Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπεὶ δὲ στόλους μὲν ἐπεβάλλοντο κατὰ θάλατταν ἐκπέμπειν, στρατεύειν δὲ πεζικοῖς στρατοπέδοις ἔξω Πελοποννήσου, δῆλον ὡς οὔτε τὸ νόμισμα τὸ σιδηροῦν οὔθʼ ἡ τῶν ἐπετείων καρπῶν ἀλλαγὴ πρὸς τὰ λείποντα τῆς χρείας ἔμελλεν αὐτοῖς ἐξαρκεῖν κατὰ τὴν Λυκούργου νομοθεσίαν·

προσεδεῖτο γὰρ τὰ πράγματα κοινοῦ νομίσματος καὶ ξενικῆς παρασκευῆς.

ὅθεν ἠναγκάσθησαν ἐπὶ θύρας μὲν πορεύεσθαι τὰς Περσῶν, φόρους δὲ τοῖς νησιώταις ἐπιτάττειν, ἀργυρολογεῖν δὲ πάντας τοὺς Ἕλληνας, γνόντες ὡς οὐχ οἷόν τε κατὰ τὴν Λυκούργου νομοθεσίαν οὐχ ὅτι τῆς τῶν Ἑλλήνων ἡγεμονίας, ἀλλʼ οὐδὲ πραγμάτων ἀντιποιεῖσθαι τὸ παράπαν.

τίνος οὖν χάριν εἰς ταῦτα παρεξέβην; ἵνα γένηται διʼ αὐτῶν τῶν πραγμάτων συμφανὲς ὅτι πρὸς μὲν τὸ τὰ σφέτερα βεβαίως διαφυλάττειν καὶ πρὸς τὸ τὴν ἐλευθερίαν τηρεῖν αὐτάρκης ἐστὶν ἡ Λυκούργου νομοθεσία,