Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῷ γὰρ ὄντι ῥύμαις παραπλήσιον ἀποτελεῖται τὸ τῶν διόδων σχῆμα πασῶν, ὡς ἂν ἐξ ἑκατέρου τοῦ μέρους αἷς μὲν ταγμάτων, αἷς δʼ οὐλαμῶν ἐπὶ τὸ μῆκος παρεμβεβληκότων —

πλὴν τοῖς προειρημένοις ἱππεῦσι κατόπιν τοὺς ἐξ ἀμφοτέρων τῶν στρατοπέδων τριαρίους, κατʼ οὐλαμὸν ἑκάστην σημαίαν, ἐν ὁμοίῳ σχήματι τιθέασι, συμψαυόντων μὲν τῶν σχημάτων ἀλλήλοις, βλεπόντων δʼ ἔμπαλιν πρὸς τὰς ἐναντίας τοῖς ἱππεῦσιν ἐπιφανείας,

ἥμισυ ποιοῦντες τὸ βάθος τοῦ μήκους ἑκάστης σημαίας τῷ καὶ κατὰ τὸ πλῆθος ἡμίσεις ὡς ἐπίπαν εἶναι τούτους τῶν ἄλλων μερῶν.

διότιπερ ἀνίσων ὄντων πολλάκις τῶν ἀνδρῶν ἰσάζειν ἀεὶ συμβαίνει πάντα τὰ μέρη κατὰ τὸ μῆκος διὰ τὴν τοῦ βάθους διαφοράν.

αὖθις δὲ πεντήκοντα πόδας ἀφʼ ἑκατέρων τούτων ἀποστήσαντες, ἀντίους παρεμβάλλουσι τοῖς τριαρίοις τοὺς πρίγκιπας.

νευόντων δὲ καὶ τούτων εἰς τὰ προειρημένα διαστήματα δύʼ αὗται πάλιν ἀποτελοῦνται ῥῦμαι, τὰς μὲν ἀρχὰς ἀπὸ τῆς αὐτῆς εὐθείας λαμβάνουσαι καὶ τὰς εἰσβολάς, ὁμοίως τοῖς ἱππεῦσιν, ἐκ τοῦ πρὸ τῶν χιλιάρχων ἑκατομπέδου διαστήματος, λήγουσαι δὲ πρὸς τὴν καταντικρὺ τῶν χιλιάρχων πλευρὰν τοῦ χάρακος, ἣν ἐξ ἀρχῆς ὑπεθέμεθα κατὰ πρόσωπον εἶναι τοῦ παντὸς σχήματος.

μετὰ δὲ τοὺς πρίγκιπας, ὄπισθεν τούτων ὁμοίως ἔμπαλιν βλέποντα, συμψαύοντα δὲ τὰ σχήματα τιθέντες, τοὺς ἁστάτους παρεμβάλλουσι.

δέκα δὲ σημαίας ἐχόντων ἁπάντων τῶν μερῶν κατὰ τὴν ἐξ ἀρχῆς διαίρεσιν, πάσας ἴσας συμβαίνει γίνεσθαι τὰς ῥύμας καὶ κατὰ τὸ μῆκος καὶ τὰς ἀποτομὰς ἰσάζειν αὐτῶν τὰς πρὸς τῇ κατὰ τὸ πρόσωπον πλευρᾷ τοῦ χάρακος· πρὸς ἣν καὶ τὰς τελευταίας σημαίας ἐπιστρέφοντες στρατοπεδεύουσιν.

ἀπὸ τῶν ἁστάτων πεντήκοντα πάλιν διαλείποντες πόδας τοὺς τῶν συμμάχων ἱππεῖς ἀντίους παρεμβάλλουσι τούτοις, ποιούμενοι τὴν ἀρχὴν ἀπὸ τῆς αὐτῆς εὐθείας καὶ λήγοντες ἐπὶ τὴν αὐτήν.

ἔστι δὲ τὸ πλῆθος τῶν συμμάχων, ὡς ἐπάνω προεῖπα, τὸ μὲν τῶν πεζῶν πάρισον τοῖς Ῥωμαϊκοῖς στρατοπέδοις, λεῖπον τοῖς ἐπιλέκτοις, τὸ δὲ τῶν ἱππέων διπλάσιον, ἀφῃρημένου καὶ τούτων τοῦ τρίτου μέρους εἰς τοὺς ἐπιλέκτους.

διὸ καὶ τὸ βάθος αὔξοντες τούτοις πρὸς λόγον ἐν τοῖς στρατοπεδευτικοῖς σχήμασι, πειρῶνται κατὰ τὸ μῆκος ἐξισοῦν τοῖς τῶν Ῥωμαίων στρατοπέδοις.

ἀποτελεσθεισῶν δὲ τῶν ἁπασῶν πέντε διόδων, αὖθις εἰς τοὔμπαλιν ἀπεστραμμένας ὁμοίως τοῖς ἱππεῦσι τιθέασι τὰς τῶν συμμαχικῶν πεζῶν σημαίας, αὔξοντες τὸ βάθος πρὸς λόγον, βλεπούσας δὲ πρὸς τὸν χάρακα καὶ πρὸς τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ἑκατέρας.

καθʼ ἑκάστην δὲ σημαίαν τὰς πρώτας ἀφʼ ἑκατέρου τοῦ μέρους σκηνὰς οἱ ταξίαρχοι λαμβάνουσιν. ἅμα δὲ τὸν προειρημένον τρόπον παρεμβάλλοντες καθʼ ἕκαστον μέρος τὸν ἕκτον οὐλαμὸν ἀπὸ τοῦ πέμπτου πεντήκοντα πόδας ἀφιστᾶσι, παραπλησίως δὲ καὶ τὰς τῶν πεζῶν τάξεις,

ὥστε γίνεσθαι καὶ ταύτην ἄλλην διὰ μέσων τῶν στρατοπέδων δίοδον, ἐπικάρσιον μὲν πρὸς τὰς ῥύμας, παράλληλον δὲ ταῖς τῶν χιλιάρχων σκηναῖς, ἣν καλοῦσι πέμπτην διὰ τὸ παρὰ τὰ πέμπτα τάγματα παρήκειν.