Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πᾶν γὰρ ἐπιγινώσκοντες καὶ παντὸς πεῖραν εἰληφότες διὰ τὴν ἐκ παίδων τοῖς ἔθεσι καὶ νομίμοις συντροφίαν οὐ τὸ λεγόμενον θαυμάσουσιν ἀλλὰ τὸ παραλειπόμενον ἐπιζητήσουσιν,

οὐδὲ κατὰ πρόθεσιν ὑπολήψονται τὸν γράφοντα παραλιπεῖν τὰς μικρὰς διαφοράς, ἀλλὰ κατʼ ἄγνοιαν παρασιωπᾶν τὰς ἀρχὰς καὶ τὰ συνέχοντα τῶν πραγμάτων.

καὶ ῥηθέντα μὲν οὐκ ἂν ἐθαύμαζον ὡς ὄντα μικρὰ καὶ πάρεργα, παραλειπόμενα δʼ ἐπιζητοῦσιν ὡς ἀναγκαῖα, βουλόμενοι δοκεῖν αὐτοὶ πλέον εἰδέναι τῶν συγγραφέων.

δεῖ δὲ τὸν ἀγαθὸν κριτὴν οὐκ ἐκ τῶν παραλειπομένων δοκιμάζειν τοὺς γράφοντας, ἀλλʼ ἐκ τῶν λεγομένων,

κἂν μὲν ἐν τούτοις τι λαμβάνῃ ψεῦδος, εἰδέναι διότι κἀκεῖνα παραλείπεται διʼ ἄγνοιαν, ἐὰν δὲ πᾶν τὸ λεγόμενον ἀληθὲς ᾖ, συγχωρεῖν διότι κἀκεῖνα παρασιωπᾶται κατὰ κρίσιν, οὐ κατʼ ἄγνοιαν. [εχξ. ϝατ. π. 371μ. 25, 6η; δεῖ δὲ τὸν λιν. 12 — ἄγνοιαν λιν. 18 ηαβετ ξοδ. υρβ. φολ. 65 ξυμ ϝι, 10, 14 αρξτε ξοηαερεντια; εχξ. αντ. π. 177.]

ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς φιλοτιμότερον ἢ δικαιότερον ἐπιτιμῶντας τοῖς συγγραφεῦσιν. [εχξ. ϝατ. π. 372μ. 25, 30η.]

ὅτι πᾶν πρᾶγμα σὺν καιρῷ θεωρούμενον ὑγιεῖς λαμβάνει καὶ τὰς συγκαταθέσεις καὶ τὰς ἐπιτιμήσεις· μεταπεσόντος δὲ τούτου καὶ πρὸς τὰς ἄλλας περιστάσεις συγκρινόμενον οὐχ οἷον αἱρετόν, ἀλλʼ οὐδʼ ἀνεκτὸν ἂν φανείη τὸ κράτιστα καὶ ἀληθινώτατα πολλάκις ὑπὸ τῶν συγγραφέων εἰρημένον. [ιβιδ.]

ἦν μὲν δὴ τρία μέρη τὰ κρατοῦντα τῆς πολιτείας, ἅπερ εἶπα πρότερον ἅπαντα· οὕτως δὲ πάντα κατὰ μέρος ἴσως καὶ πρεπόντως συνετέτακτο καὶ διῳκεῖτο διὰ τούτων ὥστε μηδένα ποτʼ ἂν εἰπεῖν δύνασθαι βεβαίως μηδὲ τῶν ἐγχωρίων πότερʼ ἀριστοκρατικὸν τὸ πολίτευμα σύμπαν ἢ δημοκρατικὸν ἢ μοναρχικόν.

καὶ τοῦτʼ εἰκὸς ἦν πάσχειν. ὅτε μὲν γὰρ εἰς τὴν τῶν ὑπάτων ἀτενίσαιμεν ἐξουσίαν, τελείως μοναρχικὸν ἐφαίνετʼ εἶναι καὶ βασιλικόν, ὅτε δʼ εἰς τὴν τῆς συγκλήτου, πάλιν ἀριστοκρατικόν· καὶ μὴν εἰ τὴν τῶν πολλῶν ἐξουσίαν θεωροίη τις, ἐδόκει σαφῶς εἶναι δημοκρατικόν.

ὧν δʼ ἕκαστον εἶδος μερῶν τῆς πολιτείας ἐπεκράτει, καὶ τότε καὶ νῦν ἔτι πλὴν ὀλίγων τινῶν ταῦτʼ ἐστίν.