Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον. Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως·

ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας.

παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν,

ὁ δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν.

τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ βασιλεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι τοῦ φόβου τοῦ κατὰ Δαρδανίους·

οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φιλίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως.

ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέστειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακεδόνας,

αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν. προσδεξάμενος δʼ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακεδόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως, καὶ παρῆν ἑκταῖος εἰς Λάρισαν.

κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως.

τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως· τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς