Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δʼ Ἀκαρνᾶνες ἀντεμβαλόντες εἰς τὴν Στρατικὴν καὶ πανικῷ περιπεσόντες αἰσχρῶς μέν, ἀβλαβῶς γε μὴν ἐπανῆλθον, οὐ τολμησάντων αὐτοὺς ἐπιδιῶξαι τῶν ἐκ τοῦ Στράτου διὰ τὸ νομίζειν ἐνέδρας ἕνεκα ποιεῖσθαι τὴν ἀποχώρησιν.

ἐγένετο δὲ καὶ περὶ Φανοτεῖς παλιμπροδοσία τοιόνδε τινὰ τρόπον. Ἀλέξανδρος ὁ τεταγμένος ἐπὶ τῆς Φωκίδος ὑπὸ Φιλίππου συνεστήσατο πρᾶξιν ἐπὶ τοὺς Αἰτωλοὺς διά τινος Ἰάσονος, ὃς ἐτύγχανεν ὑπʼ αὐτοῦ τεταγμένος ἐπὶ τῆς τῶν Φανοτέων πόλεως·

ὃς διαπεμψάμενος πρὸς Ἀγήταν τὸν τῶν Αἰτωλῶν στρατηγὸν ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσι, καὶ περὶ τούτων ὅρκους ἐποιήσατο καὶ συνθήκας.

παραγενομένης δὲ τῆς ταχθείσης ἡμέρας ὁ μὲν Ἀγήτας ἧκεν ἔχων τοὺς Αἰτωλοὺς νυκτὸς πρὸς τοὺς Φανοτεῖς, καὶ τοὺς μὲν λοιποὺς ἐν ἀποστήματι κρύψας ἔμεινε, τοὺς δʼ ἐπιτηδειοτάτους ἑκατὸν ἐπιλέξας ἀπέστειλε πρὸς τὴν ἄκραν,

ὁ δʼ Ἰάσων τὸν μὲν Ἀλέξανδρον ἕτοιμον εἶχε μετὰ στρατιωτῶν ἐν τῇ πόλει, τοὺς δὲ νεανίσκους παραλαβὼν κατὰ τοὺς ὅρκους εἰσήγαγε πάντας εἰς τὴν ἀκρόπολιν.

τῶν δὲ περὶ τὸν Ἀλέξανδρον εὐθέως ἐπεισπεσόντων, οἱ μὲν ἐπίλεκτοι τῶν Αἰτωλῶν ἑάλωσαν, ὁ δʼ Ἀγήτας ἐπιγενομένης τῆς ἡμέρας συνεὶς τὸ γεγονὸς αὖτις ἐπανῆγε τὴν δύναμιν, οὐκ ἀνοικείῳ πράγματι περιπεπτωκὼς τοῖς πολλάκις ὑφʼ αὑτοῦ πραττομένοις.