Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντίπατρον τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον·

ἠπίστει μὲν γὰρ τοῖς ὄχλοις διὰ τὸ γεγονὸς ἐλάττωμα περὶ αὐτόν, ἐφοβεῖτο δὲ τὸν Ἀχαιὸν μὴ συνεπίθηται τοῖς καιροῖς.

Πτολεμαῖος δὲ τούτων οὐδὲν συλλογιζόμενος, ἀλλʼ ἀσμενίζων ἐπὶ τῷ γεγονότι προτερήματι διὰ τὸ παράδοξον καὶ συλλήβδην ἐπὶ τῷ Κοίλην Συρίαν ἐκτῆσθαι παραδόξως, οὐκ ἀλλότριος ἦν τῆς ἡσυχίας, ἀλλʼ ὑπὲρ τὸ δέον οἰκεῖος, ἑλκόμενος ὑπὸ τῆς συνήθους ἐν τῷ βίῳ ῥᾳθυμίας καὶ καχεξίας.

πλὴν παραγενομένων τῶν περὶ τὸν Ἀντίπατρον, βραχέα προσαναταθεὶς καὶ καταμεμψάμενος ἐπὶ τοῖς πεπραγμένοις τὸν Ἀντίοχον, συνεχώρησε σπονδὰς ἐνιαυσίους.

καὶ τούτοις μὲν ἐπικυρώσοντα τὰς διαλύσεις συνεξαπέστειλε Σωσίβιον,

αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρημένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν φίλων ἐπʼ Ἀλεξανδρείας,

παράδοξον τοῖς ἐν τῇ βασιλείᾳ πρὸς τὴν τοῦ λοιποῦ βίου προαίρεσιν τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ.

Ἀντίοχος δὲ τὰ περὶ τὰς σπονδὰς ἀσφαλισάμενος πρὸς τὸν Σωσίβιον,

ἐγίνετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν περὶ τὴν ἐπὶ τὸν Ἀχαιὸν παρασκευήν.

τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Ῥόδιοι δὲ κατὰ τοὺς προειρημένους καιροὺς ἐπειλημμένοι τῆς ἀφορμῆς τῆς κατὰ τὸν σεισμὸν τὸν γενόμενον παρʼ αὐτοῖς βραχεῖ χρόνῳ πρότερον, ἐν ᾧ συνέβη τόν τε κολοσσὸν τὸν μέγαν πεσεῖν καὶ τὰ πλεῖστα τῶν τειχῶν καὶ τῶν νεωρίων,

οὕτως ἐχείριζον νουνεχῶς καὶ πραγματικῶς τὸ γεγονὸς ὡς μὴ βλάβης, διορθώσεως δὲ μᾶλλον, αὐτοῖς αἴτιον γενέσθαι τὸ σύμπτωμα.