Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

προσαναλαβὼν δὲ τοὺς ἐφελκομένους καὶ σιτομετρήσας τὴν δύναμιν ἐκίνει, καὶ προῆγε ποιούμενος τὴν πορείαν παρὰ τὸ Κάσιον καὶ τὰ Βάραθρα καλούμενα διὰ τῆς ἀνύδρου.

διανύσας δʼ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, ἣ κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀντίοχος ἧκε τὴν δύναμιν ἔχων, παραγενόμενος δʼ εἰς Γάζαν καὶ προσαναλαβὼν ἐνταῦθα τὴν δύναμιν αὖθις προῄει βάδην. καὶ παραλλάξας τὴν προειρημένην πόλιν κατεστρατοπέδευσε νυκτός, ἀποσχὼν τῶν ὑπεναντίων ὡς δέκα σταδίους.

τὸ μὲν οὖν πρῶτον ἐν τούτῳ τῷ διαστήματι γεγονότες ἀντεστρατοπέδευον ἀλλήλοις·

μετὰ δέ τινας ἡμέρας Ἀντίοχος, ἅμα τόπον βουλόμενος εὐφυέστερον μεταλαβεῖν καὶ ταῖς δυνάμεσιν ἐμποιῆσαι θάρσος, προσεστρατοπέδευσε τοῖς περὶ τὸν Πτολεμαῖον, ὥστε μὴ πλεῖον τῶν πέντε σταδίων τοὺς χάρακας ἀπέχειν ἀλλήλων.

ἐν ᾧ καιρῷ περί τε τὰς ὑδρείας καὶ προνομὰς ἐγίνοντο συμπλοκαὶ πλείους, ὁμοίως δὲ καὶ μεταξὺ τῶν στρατοπέδων ἀκροβολισμοὶ συνίσταντο, ποτὲ μὲν ἱππέων, ποτὲ δὲ καὶ πεζῶν.

κατὰ δὲ τὸν καιρὸν τοῦτον Θεόδοτος Αἰτωλικῇ μέν, οὐκ ἀνάνδρῳ δʼ ἐπεβάλετο τόλμῃ καὶ πράξει.

συνειδὼς γὰρ ἐκ τῆς προγεγενημένης συμβιώσεως τὴν τοῦ βασιλέως αἵρεσιν καὶ δίαιταν ποία τις ἦν, εἰσπορεύεται τρίτος γενόμενος ὑπὸ τὴν ἑωθινὴν εἰς τὸν τῶν πολεμίων χάρακα.

κατὰ μὲν οὖν τὴν ὄψιν ἄγνωστος ἦν διὰ τὸ σκότος, κατὰ δὲ τὴν ἐσθῆτα καὶ τὴν ἄλλην περικοπὴν ἀνεπισήμαντος διὰ τὸ ποικίλην εἶναι κἀκείνων τὴν δύναμιν.

ἐστοχασμένος δʼ ἐν ταῖς πρότερον ἡμέραις τῆς τοῦ βασιλέως σκηνῆς διὰ τὸ παντελῶς σύνεγγυς γίνεσθαι τοὺς ἀκροβολισμούς, ὥρμησε θρασέως ἐπʼ αὐτήν, καὶ τοὺς μὲν πρώτους πάντας διελθὼν ἔλαθε,

παραπεσὼν δʼ εἰς τὴν σκηνήν, ἐν ᾗ χρηματίζειν εἰώθει καὶ δειπνεῖν ὁ βασιλεύς, πάντα τόπον ἐρευνήσας τοῦ μὲν βασιλέως ἀπέτυχε διὰ τὸ τὸν μὲν Πτολεμαῖον ἐκτὸς τῆς ἐπιφανοῦς καὶ χρηματιστικῆς σκηνῆς ποιεῖσθαι τὴν ἀνάπαυσιν,

δύο δέ τινας τῶν αὐτοῦ κοιμωμένων τραυματίσας, καὶ τὸν ἰατρὸν τοῦ βασιλέως Ἀνδρέαν ἀποκτείνας, ἀνεχώρησε μετʼ ἀσφαλείας εἰς τὴν ἑαυτοῦ παρεμβολήν, βραχέα θορυβηθεὶς ἤδη περὶ τὴν τοῦ χάρακος ἔκπτωσιν,

τῇ μὲν τόλμῃ συντετελεκὼς τὴν πρόθεσιν, τῇ δὲ προνοίᾳ διεσφαλμένος διὰ τὸ μὴ καλῶς ἐξητακέναι ποῦ τὴν ἀνάπαυσιν ὁ Πτολεμαῖος εἰώθει ποιεῖσθαι.