Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου.

Ἄραβες δὲ καί τινες τῶν τούτοις προσχώρων ἦσαν μὲν εἰς μυρίους, ὑπετάττοντο δὲ Ζαβδιβήλῳ.

τῶν δʼ ἀπὸ τῆς Ἑλλάδος μισθοφόρων ἡγεῖτο μὲν Ἱππόλοχος Θετταλός, ὑπῆρχον δὲ τὸν ἀριθμὸν εἰς πεντακισχιλίους.

Κρῆτας δὲ χιλίους μὲν καὶ πεντακοσίους εἶχε τοὺς μετʼ Εὐρυλόχου, χιλίους δὲ Νεόκρητας τοὺς ὑπὸ Ζέλυν τὸν Γορτύνιον ταττομένους·

οἷς ἅμα συνῆσαν ἀκοντισταὶ Λυδοὶ πεντακόσιοι καὶ Κάρδακες οἱ μετὰ Λυσιμάχου τοῦ Γαλάτου χίλιοι.

τῶν δʼ ἱππέων ἦν τὸ πᾶν πλῆθος εἰς ἑξακισχιλίους· εἶχε δὲ τῶν μὲν τετρακισχιλίων τὴν ἡγεμονίαν Ἀντίπατρος ὁ τοῦ βασιλέως ἀδελφιδοῦς, ἐπὶ δὲ τῶν λοιπῶν ἐτέτακτο Θεμίσων.

καὶ τῆς μὲν Ἀντιόχου δυνάμεως τὸ πλῆθος ἦν πεζοὶ μὲν ἑξακισμύριοι καὶ δισχίλιοι, σὺν δὲ τούτοις ἱππεῖς ἑξακισχίλιοι, θηρία δὲ δυσὶ πλείω τῶν ἑκατόν.