Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δὲ βασιλεὺς Ἄτταλος, χρείαν μὲν ἐξ αὐτῶν οὐδεμίαν ὁλοσχερῆ κομιζόμενος, θεωρῶν δʼ ἀποσπωμένους ἐν ταῖς πορείαις καὶ καθʼ αὑτοὺς στρατοπεδεύοντας καὶ τὸ ὅλον ἀπειθοῦντας καὶ πεφρονηματισμένους, εἰς ἀμηχανίαν ἐνέπιπτεν οὐ τὴν τυχοῦσαν·

ἅμα μὲν γὰρ ἠγωνία μὴ πρὸς τὸν Ἀχαιὸν ἀπονεύσαντες συνεπίθωνται τοῖς αὑτοῦ πράγμασιν, ἅμα δʼ ὑφεωρᾶτο τὴν ἐξακολουθοῦσαν αὐτῷ φήμην, ἐὰν περιστήσας τοὺς στρατιώτας διαφθείρῃ πάντας τοὺς δοκοῦντας διὰ τῆς ἰδίας πίστεως πεποιῆσθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν.

διὸ τῆς προειρημένης ἀφορμῆς λαβόμενος ἐπηγγείλατο κατὰ μὲν τὸ παρὸν ἀποκαταστήσειν αὐτοὺς πρὸς τὴν διάβασιν καὶ τόπον δώσειν εὐφυῆ πρὸς κατοικίαν, μετὰ δὲ ταῦτα συμπράξειν εἰς ὁπόσʼ ἂν αὐτὸν παρακαλῶσι τῶν δυνατῶν καὶ καλῶς ἐχόντων.

Ἄτταλος μὲν οὖν,

ἀποκαταστήσας τοὺς Αἰγοσάγας εἰς τὸν Ἑλλήσποντον καὶ χρηματίσας φιλανθρώπως Λαμψακηνοῖς, Ἀλεξανδρεῦσιν, Ἰλιεῦσι, διὰ τὸ τετηρηκέναι τούτους τὴν πρὸς αὐτὸν πίστιν, ἀνε

χώρησε μετὰ τῆς δυνάμεως εἰς Πέργαμον· Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, τῆς ἐαρινῆς ὥρας ἐνισταμένης, ἑτοίμας ἔχοντες τὰς παρασκευὰς ἐγίνοντο πρὸς τῷ διὰ μάχης κρίνειν τὴν ἔφοδον.

οἱ μὲν οὖν περὶ τὸν Πτολεμαῖον ὥρμησαν ἐκ τῆς Ἀλεξανδρείας, ἔχοντες πεζῶν μὲν εἰς ἑπτὰ μυριάδας, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας ἑβδομήκοντα τρεῖς·

Ἀντίοχος δὲ γνοὺς τὴν ἔφοδον αὐτῶν συνῆγε τὰς δυνάμεις. ἦσαν δʼ αὗται Δάαι μὲν καὶ Καρμάνιοι καὶ Κίλικες εἰς τὸν τῶν εὐζώνων τρόπον καθωπλισμένοι περὶ πεντακισχιλίους· τούτων δʼ ἅμα τὴν ἐπιμέλειαν εἶχε καὶ τὴν ἡγεμονίαν Βύττακος ὁ Μακεδών.

ὑπὸ δὲ Θεόδοτον τὸν Αἰτωλὸν τὸν ποιησάμενον τὴν προδοσίαν ἦσαν ἐκ πάσης ἐκλελεγμένοι τῆς βασιλείας, καθωπλισμένοι δʼ εἰς τὸν Μακεδονικὸν τρόπον, ἄνδρες μύριοι· τούτων οἱ πλείονες ἀργυράσπιδες.

τὸ δὲ τῆς φάλαγγος πλῆθος ἦν εἰς δυσμυρίους, ἧς ἡγεῖτο Νίκαρχος καὶ Θεόδοτος ὁ καλούμενος ἡμιόλιος.

πρὸς δὲ τούτοις Ἀγριᾶνες καὶ Πέρσαι τοξόται καὶ σφενδονῆται δισχίλιοι. μετὰ δὲ τούτων χίλιοι Θρᾷκες, ὧν ἡγεῖτο Μενέδημος Ἀλαβανδεύς.

ὑπῆρχον δὲ καὶ Μήδων καὶ Κισσίων καὶ Καδουσίων καὶ Καρμανῶν οἱ πάντες εἰς πεντακισχιλίους, οἷς ἀκούειν Ἀσπασιανοῦ προσετέτακτο τοῦ Μήδου.