Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ Σελγεῖς, δεδιότες μὲν τὰς ἐν αὑτοῖς στάσεις, δεδιότες δὲ καὶ τὴν τῶν πολεμίων ἐπιστρατοπεδείαν, ἐξέπεμψαν μεθʼ ἱκετηριῶν τοὺς πρεσβυτέρους, καὶ σπονδὰς ποιησάμενοι διελύσαντο τὸν πόλεμον ἐπὶ τούτοις,

ἐφʼ ᾧ παραχρῆμα μὲν δοῦναι τετρακόσια τάλαντα καὶ τοὺς τῶν Πεδνηλισσέων αἰχμαλώτους, μετὰ δέ τινα χρόνον ἕτερα προσθεῖναι τριακόσια.

Σελγεῖς μὲν οὖν διὰ τὴν Λογβάσιος ἀσέβειαν τῇ πατρίδι κινδυνεύσαντες, διὰ τὴν σφετέραν εὐτολμίαν τήν τε πατρίδα διετήρησαν καὶ τὴν ἐλευθερίαν οὐ κατῄσχυναν καὶ τὴν ὑπάρχουσαν αὐτοῖς

πρὸς Λακεδαιμονίους συγγένειαν· Ἀχαιὸς δὲ ποιησάμενος ὑφʼ ἑαυτὸν τὴν Μιλυάδα καὶ τὰ πλεῖστα μέρη τῆς Παμφυλίας ἀνέζευξε, καὶ παραγενόμενος εἰς Σάρδεις ἐπολέμει μὲν Ἀττάλῳ συνεχῶς, ἀνετείνετο δὲ Προυσίᾳ, πᾶσι δʼ ἦν φοβερὸς καὶ βαρὺς τοῖς ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦσι.

κατὰ δὲ τὸν καιρόν, καθʼ ὃν Ἀχαιὸς ἐποιεῖτο τὴν ἐπὶ τοὺς Σελγεῖς στρατείαν, Ἄτταλος ἔχων τοὺς Αἰγοσάγας Γαλάτας ἐπεπορεύετο τὰς κατὰ τὴν Αἰολίδα πόλεις καὶ τὰς συνεχεῖς ταύταις, ὅσαι πρότερον Ἀχαιῷ προσεκεχωρήκεισαν διὰ τὸν φόβον·

ὧν αἱ μὲν πλείους ἐθελοντὴν αὐτῷ προσέθεντο καὶ μετὰ χάριτος, ὀλίγαι δέ τινες τῆς βίας προσεδεήθησαν.