Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

δοθείσης δʼ ἐν παρακαταθήκῃ καὶ Λαοδίκης αὐτῷ τῆς Ἀχαιοῦ γενομένης γυναικός, ἐτετρόφει ταύτην ὡς θυγατέρα καὶ διαφερόντως ἐπεφιλοστοργήκει τὴν παρθένον.

διʼ ἃ νομίζοντες οἱ Σελγεῖς εὐφυέστατον ἔχειν πρεσβευτὴν πρὸς τὰ περιεστῶτα τοῦτον ἐξαπέστειλαν·

ὃς ποιησάμενος ἰδίᾳ τὴν ἔντευξιν πρὸς Γαρσύηριν, τοσοῦτο κατὰ τὴν προαίρεσιν ἀπέσχε τοῦ βοηθεῖν τῇ πατρίδι κατὰ τὸ δέον ὥστε τἀναντία παρεκάλει τὸν Γαρσύηριν σπουδῇ πέμπειν ἐπὶ τὸν Ἀχαιόν, ἀναδεχόμενος ἐγχειριεῖν αὐτοῖς τὴν πόλιν.

ὁ μὲν οὖν Γαρσύηρις, δεξάμενος ἑτοίμως τὴν ἐλπίδα, πρὸς μὲν τὸν Ἀχαιὸν ἐξέπεμψε τοὺς ἐπισπασομένους καὶ διασαφήσοντας περὶ τῶν ἐνεστώτων,

πρὸς δὲ τοὺς Σελγεῖς ἀνοχὰς ποιησάμενος εἷλκε τὸν χρόνον τῶν συνθηκῶν, αἰὲν ὑπὲρ τῶν κατὰ μέρος ἀντιλογίας καὶ σκήψεις εἰσφερόμενος χάριν τοῦ προσδέξασθαι μὲν τὸν Ἀχαιόν, δοῦναι δʼ ἀναστροφὴν τῷ Λογβάσει πρὸς τὰς ἐντεύξεις

καὶ παρασκευὰς τῆς ἐπιβολῆς. κατὰ δὲ τὸν καιρὸν τοῦτον πλεονάκις συμπορευομένων πρὸς ἀλλήλους εἰς σύλλογον, ἐγίνετό τις συνήθεια τῶν ἐκ τοῦ στρατοπέδου, παρεισιόντων πρὸς τὰς σιταρχίας εἰς τὴν πόλιν.

ὃ δὴ καὶ πολλοῖς καὶ πολλάκις ἤδη παραίτιον γέγονε τῆς ἀπωλείας. καί μοι δοκεῖ πάντων τῶν ζῴων εὐπαραλογιστότατον ὑπάρχειν ἄνθρωπος, δοκοῦν εἶναι πανουργότατον.

πόσαι μὲν γὰρ παρεμβολαὶ καὶ φρούρια, πόσαι δὲ καὶ πηλίκαι πόλεις τούτῳ τῷ τρόπῳ παρεσπόνδηνται;

καὶ τούτων οὕτω συνεχῶς καὶ προφανῶς πολλοῖς ἤδη συμβεβηκότων οὐκ οἶδʼ ὅπως καινοί τινες αἰεὶ καὶ νέοι πρὸς τὰς τοιαύτας ἀπάτας πεφύκαμεν.

τούτου δʼ αἴτιόν ἐστιν ὅτι τὰς τῶν πρότερον ἐπταικότων ἐν ἑκάστοις περιπετείας οὐ ποιούμεθα προχείρους, ἀλλὰ σίτου μὲν καὶ χρημάτων πλῆθος, ἔτι δὲ τειχῶν καὶ βελῶν κατασκευάς, μετὰ πολλῆς ταλαιπωρίας καὶ δαπάνης ἑτοιμαζόμεθα πρὸς τὰ παράδοξα τῶν συμβαινόντων,