Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Πεδνηλισσεῦσιν. οἱ δὲ Σελγεῖς κατὰ τὸν καιρὸν τοῦτον, στρατηγὸν ἐξαποστείλαντες μετὰ δυνάμεως, ἤλπισαν καταπληξάμενοι ταῖς τῶν τόπων ἐμπειρίαις ἐκβαλεῖν τὸν Φάϋλλον ἐκ τῶν ὀχυρωμάτων.

οὐ καθικόμενοι δὲ τῆς προθέσεως, ἀλλὰ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἐν ταῖς προσβολαῖς, ταύτης μὲν τῆς ἐλπίδος ἀπέστησαν, τῇ δὲ πολιορκίᾳ καὶ τοῖς ἔργοις οὐχ ἧττον, ἀλλὰ μᾶλλον ἢ πρὸ τοῦ προσεκαρτέρουν.

τοῖς δὲ περὶ Γαρσύηριν Ἐτεννεῖς μὲν οἱ τῆς Πισιδικῆς τὴν ὑπὲρ Σίδης ὀρεινὴν κατοικοῦντες, ὀκτακισχιλίους ὁπλίτας ἔπεμψαν, Ἀσπένδιοι δὲ τοὺς ἡμίσεις·

Σιδῆται δὲ τὰ μὲν στοχαζόμενοι τῆς πρὸς Ἀντίοχον εὐνοίας, τὸ δὲ πλεῖον διὰ τὸ πρὸς Ἀσπενδίους μῖσος, οὐ μετέσχον τῆς βοηθείας.

ὁ δὲ Γαρσύηρις ἀναλαβὼν τάς τε τῶν βεβοηθηκότων καὶ τὰς ἰδίας δυνάμεις ἧκε πρὸς τὴν Πεδνηλισσόν, πεπεισμένος ἐξ ἐφόδου λύσειν τὴν πολιορκίαν· οὐ καταπληττομένων δὲ τῶν Σελγέων, λαβὼν σύμμετρον ἀπόστημα κατεστρατοπέδευσε.

τῶν δὲ Πεδνηλισσέων πιεζομένων ὑπὸ τῆς ἐνδείας, ὁ Γαρσύηρις σπεύδων ποιεῖν τὰ δυνατά, δισχιλίους ἑτοιμάσας ἄνδρας καὶ δοὺς ἑκάστῳ μέδιμνον πυρῶν, νυκτὸς εἰς τὴν Πεδνηλισσὸν εἰσέπεμπε.

τῶν δὲ Σελγέων συνέντων τὸ γινόμενον καὶ παραβοηθησάντων, συνέβη τῶν μὲν ἀνδρῶν τῶν εἰσφερόντων κατακοπῆναι τοὺς πλείστους, τοῦ δὲ σίτου παντὸς κυριεῦσαι τοὺς Σελγεῖς.

οἷς ἐπαρθέντες ἐνεχείρησαν οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τοὺς περὶ τὸν Γαρσύηριν πολιορκεῖν· ἔχουσι γὰρ δή τι τολμηρὸν ἀεὶ καὶ παράβολον ἐν τοῖς πολεμίοις οἱ Σελγεῖς.

διʼ ἃ καὶ τότε καταλιπόντες φυλακὴν τὴν ἀναγκαίαν τοῦ χάρακος, τοῖς λοιποῖς περιστάντες κατὰ πλείους τόπους ἅμα προσέβαλον εὐθαρσῶς τῇ τῶν ὑπεναντίων παρεμβολῇ.

πανταχόθεν δὲ τοῦ κινδύνου παραδόξως περιεστῶτος, κατὰ δέ τινας τόπους καὶ τοῦ χάρακος ἤδη διασπωμένου, θεωρῶν ὁ Γαρσύηρις τὸ συμβαῖνον καὶ μοχθηρὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ὅλων, ἐξέπεμψε τοὺς ἱππεῖς κατά τινα τόπον ἀφυλακτούμενον·