Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παρῄει δʼ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στράτον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, Λυσιμάχειαν, Τριχώνιον, Φύταιον.

ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, ἣ κεῖται μὲν ἐπʼ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια τοῦ προσαγορευομένου Θέρμου,

ταύτην μὲν ἐκλιπόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρατιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν στενῶν —

ἔστι γὰρ πᾶς ὁ παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις· διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον —

μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις.

τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθʼ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.