Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πάντων δὲ ποιησαμένων ἀφʼ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβολάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλήσιον εἶναι τὸ παρʼ ἀμφοῖν ναυτικόν,

τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες.

κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους τούτων· οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος.

ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.

Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι.

τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρχουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆθος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν·

ἀναλαβὼν δὲ τὴν δύναμιν αὐτὸς μὲν ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ Φιλοτερίας, Διογνήτῳ δὲ συνέταξε τῷ ναυάρχῳ πάλιν ἔχοντι τὰς ναῦς ἀποπλεῖν εἰς Τύρον.

ἡ δὲ Φιλοτερία κεῖται παρʼ αὐτὴν τὴν λίμνην, εἰς ἣν ὁ καλούμενος Ἰορδάνης ποταμὸς εἰσβάλλων ἐξίησι πάλιν εἰς τὰ πεδία τὰ περὶ τὴν Σκυθῶν πόλιν προσαγορευομένην.

γενόμενος δὲ καθʼ ὁμολογίαν ἐγκρατὴς ἀμφοτέρων τῶν προειρημένων πόλεων, εὐθαρσῶς ἔσχε πρὸς τὰς μελλούσας ἐπιβολὰς διὰ τὸ τὴν ὑποτεταγμένην χώραν ταῖς πόλεσι ταύταις ῥᾳδίως δύνασθαι παντὶ τῷ στρατοπέδῳ χορηγεῖν καὶ δαψιλῆ παρασκευάζειν τὰ κατεπείγοντα πρὸς τὴν χρείαν.