Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

προκαταλαβόμενος δὲ μέρει μέν τινι τὰ κατὰ Πλάτανον στενά, τῇ δὲ λοιπῇ δυνάμει, μεθʼ ἧς αὐτὸς ἦν, τὰ περὶ Πορφυρεῶνα πόλιν, ταύτῃ παρεφύλαττε τὴν εἰσβολὴν τοῦ βασιλέως, ὁμοῦ συνορμούσης αὐτῷ καὶ τῆς ναυτικῆς δυνάμεως.

Ἀντίοχος δὲ παρελθὼν εἰς Μάραθον, καὶ παραγενομένων πρὸς αὐτὸν Ἀραδίων ὑπὲρ συμμαχίας, οὐ μόνον προσεδέξατο τὴν συμμαχίαν, ἀλλὰ καὶ τὴν διαφορὰν τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους κατέπαυσε, διαλύσας τοὺς ἐν τῇ νήσῳ πρὸς τοὺς τὴν ἤπειρον κατοικοῦντας τῶν Ἀραδίων.

μετὰ δὲ ταῦτα ποιησάμενος τὴν εἰσβολὴν κατὰ τὸ καλούμενον Θεοῦ πρόσωπον ἧκε πρὸς Βηρυτόν, Βότρυν μὲν ἐν τῇ παρόδῳ καταλαβόμενος, Τριήρη δὲ καὶ Κάλαμον ἐμπρήσας.

ἐντεῦθεν δὲ Νίκαρχον μὲν καὶ Θεόδοτον προαπέστειλε, συντάξας προκαταλαβέσθαι τὰς δυσχωρίας περὶ τὸν Λύκον καλούμενον ποταμόν· αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν προῆλθε καὶ κατεστρατοπέδευσε περὶ τὸν Δαμούραν ποταμόν, συμπαραπλέοντος ἅμα καὶ Διογνήτου τοῦ ναυάρχου.

παραλαβὼν δὲ πάλιν ἐντεῦθεν τούς τε περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον τοὺς ἐκ τῆς δυνάμεως εὐζώνους, ὥρμησε κατασκεψόμενος τὰς προκατεχομένας ὑπὸ τῶν περὶ τὸν Νικόλαον δυσχωρίας.

συνθεωρήσας δὲ τὰς τῶν τόπων ἰδιότητας, τότε μὲν ἀνεχώρησε πρὸς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν, καταλιπὼν αὐτοῦ τὰ βαρέα τῶν ὅπλων καὶ Νίκαρχον ἐπὶ τούτων, προῆγε μετὰ τῆς λοιπῆς δυ

νάμεως ἐπὶ τὴν προκειμένην χρείαν. τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρʼ αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον.

ἐφʼ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον.

ὁ δὲ βασιλεὺς διελὼν εἰς τρία μέρη τὴν δύναμιν τὸ μὲν ἓν Θεοδότῳ παρέδωκε, προστάξας συμπλέκεσθαι καὶ βιάζεσθαι παρʼ αὐτὴν τὴν παρώρειαν τοῦ Λιβάνου,