Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφʼ ὧν ἦν Ἀμμώνιος ὁ Βαρκαῖος.

τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ.

συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος ὁ Θρᾷξ.

ἡ μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ

τοιαύτη τις ἦν. Ἀντίοχος δὲ συνεσταμένος πολιορκίαν περὶ τὴν καλουμένην πόλιν Δῶρα, καὶ περαίνειν οὐδὲν δυνάμενος διά τε τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὰς τῶν περὶ τὸν Νικόλαον παραβοηθείας,

συνάπτοντος ἤδη τοῦ χειμῶνος, συνεχώρησε ταῖς παρὰ τοῦ Πτολεμαίου πρεσβείαις ἀνοχάς τε ποιήσασθαι τετραμήνους καὶ περὶ τῶν ὅλων εἰς πάντα συγκαταβήσεσθαι τὰ φιλάνθρωπα.

ταῦτα δʼ ἔπραττε πλεῖστον μὲν ἀπέχων τῆς ἀληθείας, σπεύδων δὲ μὴ πολὺν χρόνον ἀποσπᾶσθαι τῶν οἰκείων τόπων, ἀλλʼ ἐν τῇ Σελευκείᾳ ποιήσασθαι τὴν τῶν δυνάμεων παραχειμασίαν διὰ τὸ προφανῶς τὸν Ἀχαιὸν ἐπιβουλεύειν μὲν τοῖς σφετέροις πράγμασι, συνεργεῖν δὲ τοῖς περὶ τὸν Πτολεμαῖον ὁμολογουμένως.