Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐν δὲ τοῖς πρὸς μεσημβρίαν αὐτοῦ κλίμασι τὴν Σελεύκειαν συμβαίνει κεῖσθαι, διεζευγμένην φάραγγι κοίλῃ καὶ δυσβάτῳ, καθήκουσαν μὲν καὶ περικλωμένην ὡς ἐπὶ θάλατταν, κατὰ δὲ τὰ πλεῖστα μέρη κρημνοῖς καὶ πέτραις ἀπορρῶξι περιεχομένην.

ὑπὸ δὲ τὴν ἐπὶ θάλατταν αὐτῆς νεύουσαν πλευρὰν ἐν τοῖς ἐπιπέδοις τά τʼ ἐμπόρια καὶ τὸ προάστειον κεῖται, διαφερόντως τετειχισμένον.

παραπλησίως δὲ καὶ τὸ σύμπαν τῆς πόλεως κύτος τείχεσι πολυτελέσιν ἠσφάλισται, κεκόσμηται δὲ καὶ ναοῖς καὶ ταῖς τῶν οἰκοδομημάτων κατασκευαῖς ἐκπρεπῶς.

πρόσβασιν δὲ μίαν ἔχει κατὰ τὴν ἀπὸ θαλάττης πλευρὰν κλιμακωτὴν καὶ χειροποίητον, ἐγκλίμασι καὶ σκαιώμασι πυκνοῖς καὶ συνεχέσι διειλημμένην.

ὁ δὲ καλούμενος Ὀρόντης ποταμὸς οὐ μακρὰν αὐτῆς ποιεῖται τὰς ἐκβολάς, ὃς τὴν ἀρχὴν τοῦ ῥεύματος λαμβάνων ἀπὸ τῶν κατὰ τὸν Λίβανον καὶ τὸν Ἀντιλίβανον τόπων, καὶ διανύσας τὸ καλούμενον Ἀμύκης πεδίον, ἐπʼ αὐτὴν ἱκνεῖται τὴν Ἀντιόχειαν,

διʼ ἧς φερόμενος καὶ πάσας ὑποδεχόμενος τὰς ἀνθρωπείας λύμας διὰ τὸ πλῆθος τοῦ ῥεύματος, τέλος οὐ μακρὰν τῆς Σελευκείας ποιεῖται τὴν ἐκβολὴν εἰς τὸ προειρημένον πέλαγος.

Ἀντίοχος δὲ τὸ μὲν πρῶτον διεπέμπετο πρὸς τοὺς ἐπιστάτας τῆς πόλεως, προτείνων χρήματα καὶ πλῆθος ἐλπίδων, ἐφʼ ᾧ παραλαβεῖν ἄνευ κινδύνου τὴν Σελεύκειαν·

ἀδυνατῶν δὲ πείθειν τοὺς ἐπὶ τῶν ὅλων ἐφεστῶτας ἔφθειρέ τινας τῶν κατὰ μέρος ἡγεμόνων, οἷς πιστεύσας ἡτοίμαζε τὴν δύναμιν, ὡς κατὰ μὲν τὸν ἀπὸ θαλάττης τόπον τοῖς ἀπὸ τοῦ ναυτικοῦ ποιησόμενος τὰς προσβολάς, κατὰ δὲ τὸν ἀπὸ τῆς ἠπείρου τοῖς ἐκ τοῦ στρατοπέδου.