Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε δὲ καὶ τῶν τοῦ βασιλέως στρατηγῶν δοκούντων παρακεχωρηκέναι τῶν ὑπαίθρων αὐτῷ καὶ τῶν ἰδίων δυνάμεων ἐπηρμένων ταῖς ὁρμαῖς διὰ τὸ κατὰ λόγον σφίσι προχωρεῖν τὰς πρώτας ἐλπίδας, τελέως ἐδόκει φοβερὸς εἶναι καὶ ἀνυπόστατος πᾶσι τοῖς τὴν Ἀσίαν κατοικοῦσι.

διὸ τὸ μὲν πρῶτον ἐπεβάλετο διαβὰς τὸν Τίγριν πολιορκεῖν τὴν Σελεύκειαν·

κωλυθείσης δὲ τῆς διαβάσεως ὑπὸ Ζεύξιδος διὰ τὸ καταλαβέσθαι τὰ ποτάμια πλοῖα, τοῦτον τὸν τρόπον ἀναχωρήσας εἰς τὴν ἐν τῇ Κτησιφῶντι λεγομένῃ στρατοπεδείαν παρεσκεύαζε ταῖς δυνάμεσι τὰ πρὸς τὴν παραχειμασίαν.

ὁ δὲ βασιλεὺς ἀκούσας τήν τε τοῦ Μόλωνος ἔφοδον καὶ τὴν τῶν ἰδίων στρατηγῶν ἀναχώρησιν αὐτὸς μὲν ἦν ἕτοιμος πάλιν ἐπὶ τὸν Μόλωνα στρατεύειν, ἀποστὰς τῆς ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆς, καὶ μὴ προΐεσθαι τοὺς καιρούς·

Ἑρμείας δέ, τηρῶν τὴν ἐξ ἀρχῆς πρόθεσιν ἐπὶ μὲν τὸν Μόλωνα Ξενοίταν τὸν Ἀχαιὸν ἐξέπεμψε στρατηγὸν αὐτοκράτορα μετὰ δυνάμεως, φήσας δεῖν πρὸς μὲν τοὺς ἀποστάτας στρατηγοῖς πολεμεῖν, πρὸς δὲ τοὺς βασιλεῖς αὐτὸν ποιεῖσθαι τὸν βασιλέα καὶ τὰς ἐπιβολὰς καὶ τοὺς ὑπὲρ τῶν ὅλων ἀγῶνας,

αὐτὸς δὲ διὰ τὴν ἡλικίαν ὑποχείριον ἔχων τὸν νεανίσκον προῆγε, καὶ συνήθροιζε τὰς δυνάμεις εἰς Ἀπάμειαν· ἐντεῦθεν δʼ ἀναζεύξας ἧκε πρὸς τὴν Λαοδίκειαν.

ἀφʼ ἧς ποιησάμενος τὴν ὁρμὴν ὁ βασιλεὺς μετὰ πάσης τῆς στρατιᾶς, καὶ διελθὼν τὴν ἔρημον, ἐνέβαλεν εἰς τὸν αὐλῶνα τὸν προσαγορευόμενον Μαρσύαν,