Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε μὲν οὖν οἷον ὑποθύψας τὴν διαβολὴν παρῆκε τὸν Ἐπιγένην, πικρίαν ἄκαιρον μᾶλλον ἢ δυσμένειαν ἐπιφήνας·

αὐτὸς δὲ κατὰ τὴν αὑτοῦ γνώμην τὴν μὲν ἐπὶ τὸν Μόλωνα στρατείαν, κατάφοβος ὢν τὸν κίνδυνον, ἐξέκλινε διὰ τὴν ἀπειρίαν τῶν πολεμικῶν, ἐπὶ δὲ τὸν Πτολεμαῖον ἐσπούδαζε στρατεύειν, ἀσφαλῆ τοῦτον εἶναι πεπεισμένος τὸν πόλεμον διὰ τὴν τοῦ προειρημένου βασιλέως ῥᾳθυμίαν.

τότε μὲν οὖν καταπληξάμενος τοὺς ἐν τῷ συνεδρίῳ πάντας ἐπὶ μὲν τὸν Μόλωνα στρατηγοὺς ἐξέπεμψε μετὰ δυνάμεως Ξένωνα καὶ Θεόδοτον τὸν ἡμιόλιον, τὸν δʼ Ἀντίοχον παρώξυνε συνεχῶς, οἰόμενος δεῖν ἐπιβάλλειν τὰς χεῖρας τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι,

μόνως οὕτως ὑπολαμβάνων, εἰ πανταχόθεν τῷ νεανίσκῳ περισταίη πόλεμος, οὔτε τῶν πρότερον ἡμαρτημένων ὑφέξειν δίκας οὔτε τῆς παρούσης ἐξουσίας κωλυθήσεσθαι διὰ τὰς χρείας καὶ τοὺς ἀεὶ περιισταμένους ἀγῶνας τῷ βασιλεῖ καὶ κινδύνους.

διὸ καὶ τὸ τελευταῖον ἐπιστολὴν πλάσας ὡς παρʼ Ἀχαιοῦ διαπεσταλμένην προσήνεγκε τῷ βασιλεῖ, διασαφοῦσαν ὅτι Πτολεμαῖος αὐτὸν παρακαλεῖ πραγμάτων ἀντιποιήσασθαι καί φησι καὶ ναυσὶ καὶ χρήμασι χορηγήσειν πρὸς πάσας τὰς ἐπιβολάς, ἐὰν ἀναλάβῃ διάδημα καὶ φανερὸς γένηται πᾶσιν ἀντιποιούμενος τῆς ἀρχῆς,

ἣν τοῖς πράγμασιν ἔχειν αὐτὸν καὶ νῦν, τῆς δʼ ἐπιγραφῆς αὑτῷ φθονοῦντα τὸν ὑπὸ τῆς τύχης διδόμενον ἀποτρίβεσθαι στέφανον.

ὁ μὲν οὖν βασιλεὺς πιστεύσας τοῖς γραφομένοις ἕτοιμος ἦν καὶ μετέωρος στρατεύειν ἐπὶ Κοίλην Συ

ρίαν. ὄντος δʼ αὐτοῦ κατὰ τοὺς καιροὺς τούτους περὶ Σελεύκειαν τὴν ἐπὶ τοῦ Ζεύγματος, παρῆν Διόγνητος ὁ ναύαρχος ἐκ Καππαδοκίας τῆς περὶ τὸν Εὔξεινον, ἄγων Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, παρθένον οὖσαν, γυναῖκα τῷ βασιλεῖ κατωνομασμένην.

ὁ δὲ Μιθριδάτης εὔχετο μὲν ἀπόγονος εἶναι τῶν ἑπτὰ Περσῶν ἑνὸς τῶν ἐπανελομένων τὸν μάγον, διατετηρήκει δὲ τὴν δυναστείαν ἀπὸ προγόνων τὴν ἐξ ἀρχῆς αὐτοῖς διαδοθεῖσαν ὑπὸ Δαρείου παρὰ τὸν Εὔξεινον πόντον.

Ἀντίοχος δὲ προσδεξάμενος τὴν παρθένον μετὰ τῆς ἁρμοζούσης ἀπαντήσεως καὶ προστασίας εὐθέως ἐπετέλει τοὺς γάμους, μεγαλοπρεπῶς καὶ βασιλικῶς χρώμενος ταῖς παρασκευαῖς.

μετὰ δὲ τὴν συντέλειαν τῶν γάμων καταβὰς εἰς Ἀντιόχειαν, βασίλισσαν ἀποδείξας τὴν Λαοδίκην, λοιπὸν ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.

κατὰ δὲ τοὺς καιροὺς τούτους Μόλων,

ἑτοίμους παρεσκευακὼς πρὸς πᾶν τοὺς ἐκ τῆς ἰδίας σατραπείας ὄχλους διά τε τὰς ἐλπίδας τὰς ἐκ τῶν ὠφελειῶν καὶ τοὺς φόβους, οὓς ἐνειργάσατο τοῖς ἡγεμόσιν ἀνατατικὰς καὶ ψευδεῖς εἰσφέρων ἐπιστολὰς παρὰ τοῦ βασιλέως,