Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἁθροισθέντος δὲ τοῦ συνεδρίου περὶ τῆς τοῦ Μόλωνος ἀποστάσεως, καὶ κελεύσαντος τοῦ βασιλέως λέγειν ἕκαστον τὸ φαινόμενον περὶ τοῦ πῶς δεῖ χρῆσθαι τοῖς κατὰ τοὺς ἀποστάτας πράγμασι,

καὶ πρώτου συμβουλεύοντος Ἐπιγένους διότι δεῖ μὴ μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἔχεσθαι τῶν προκειμένων, καὶ πρῶτον καὶ μάλιστα τὸν βασιλέα συνάπτειν τοῖς τόποις καὶ παρʼ αὐτοὺς εἶναι τοὺς καιρούς·

οὕτως γὰρ ἢ τὸ παράπαν οὐδὲ τολμήσειν ἀλλοτριοπραγεῖν τοὺς περὶ τὸν Μόλωνα, τοῦ βασιλέως παρόντος καὶ τοῖς πολλοῖς ἐν ὄψει γενομένου μετὰ συμμέτρου δυνάμεως,

ἢ κἂν ὅλως τολμήσωσι καὶ μείνωσιν ἐπὶ τῆς προθέσεως, ταχέως αὐτοὺς συναρπασθέντας ὑπὸ τῶν ὄχλων ὑποχειρίους παραδοθήσεσθαι τῷ

βασιλεῖ· ταῦτα λέγοντος ἔτι τοῦ προειρημένου διοργισθεὶς Ἑρμείας πολὺν ἔφησεν αὐτὸν χρόνον ἐπίβουλον ὄντα καὶ προδότην τῆς βασιλείας διαλεληθέναι,

νῦν δὲ καλῶς ποιοῦντα φανερὸν ἐκ τῆς συμβουλῆς γεγονέναι, σπουδάζοντα μετʼ ὀλίγων ἐγχειρίσαι τὸ τοῦ βασιλέως σῶμα τοῖς ἀποστάταις.