Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καὶ προδιεφθαρκότες μὲν τοὺς ἐπιφανεστάτους τῶν κατὰ μέρος ἡγεμόνων, ἐθελοκακοῦντες δὲ καὶ παρʼ ἕκαστον ἀποδειλιῶντες αὐτοί,

τέλος ἐξέπεσον ἐκ τῆς πόλεως πολλὰς πληγὰς λαβόντες, καίπερ εὐχερῶς δυνάμενοι κρατῆσαι τῶν πολεμίων.

ὁ δὲ βασιλεύς, ὁρῶν ἀποδειλιῶντας μὲν τοὺς ἡγεμόνας, τραυματίας δὲ καὶ πλείους γεγονότας τῶν Μακεδόνων, τῆς μὲν πολιορκίας ἀπέστη, περὶ δὲ τῶν ἑξῆς ἐβουλεύετο μετὰ τῶν φίλων.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Λυκοῦργος μὲν εἰς τὴν Μεσσηνίαν ἐξεστρατεύκει, Δωρίμαχος δὲ τοὺς ἡμίσεις ἔχων Αἰτωλῶν εἰς Θετταλίαν ἐπεποίητο τὴν ὁρμήν, ἀμφότεροι πεπεισμένοι τὸν Φίλιππον ἀποσπάσειν τῆς τῶν Παλαιέων πολιορκίας.

ὑπὲρ ὧν ἧκον πρέσβεις πρὸς τὸν βασιλέα παρά τʼ Ἀκαρνάνων καὶ παρὰ Μεσσηνίων, οἱ μὲν παρὰ τῶν Ἀκαρνάνων παρακαλοῦντες αὐτὸν ἐμβαλεῖν εἰς τὴν τῶν Αἰτωλῶν χώραν καὶ τόν τε Δωρίμαχον ἀποστῆσαι τῆς εἰς τὴν Μακεδονίαν ὁρμῆς καὶ τὴν χώραν τῶν Αἰτωλῶν ἐπελθεῖν καὶ πορθῆσαι πᾶσαν ἀδεῶς,

οἱ δὲ παρὰ τῶν Μεσσηνίων δεόμενοι σφίσι βοηθεῖν καὶ διδάσκοντες ὅτι τῶν ἐτησίων ἤδη στάσιν ἐχόντων δυνατόν ἐστι τὴν παρακομιδὴν ἐκ τῆς Κεφαλληνίας εἰς τὴν Μεσσηνίαν ἐν ἡμέρᾳ ποιήσασθαι μιᾷ·