Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει.

μετὰ δὲ τοῦτον οὐ πολὺ κατόπιν Θεόδοτος ὁ τεταγμένος ἐπὶ Κοίλης Συρίας, ὢν τὸ γένος Αἰτωλός, τὰ μὲν καταφρονήσας τοῦ βασιλέως διὰ τὴν ἀσέλγειαν τοῦ βίου καὶ τῆς ὅλης αἱρέσεως,

τὰ δὲ διαπιστήσας τοῖς περὶ τὴν αὐλὴν διὰ τὸ μικροῖς ἔμπροσθεν χρόνοις ἀξιολόγους παρασχόμενος χρείας τῷ βασιλεῖ περί τε τἄλλα καὶ περὶ τὴν πρώτην ἐπιβολὴν Ἀντιόχου τοῖς κατὰ Κοίλην Συρίαν πράγμασι, μὴ οἷον ἐπὶ τούτοις τυχεῖν τινος χάριτος, ἀλλὰ τοὐναντίον ἀνακληθεὶς εἰς τὴν Ἀλεξάνδρειαν παρʼ ὀλίγον κινδυνεῦσαι τῷ βίῳ,

διὰ ταύτας τὰς αἰτίας ἐπεβάλετο τότε λαλεῖν Ἀντιόχῳ καὶ τὰς κατὰ Κοίλην Συρίαν πόλεις ἐγχειρίζειν. τοῦ δʼ ἀσμένως δεξαμένου τὴν ἐλπίδα, ταχεῖαν ἐλάμβανε τὸ πρᾶγμα τὴν οἰκονομίαν.

ἵνα δὲ καὶ περὶ ταύτης τῆς οἰκίας τὸ παραπλήσιον ποιήσωμεν, ἀναδραμόντες ἐπὶ τὴν παράληψιν τῆς Ἀντιόχου δυναστείας ἀπὸ τούτων τῶν καιρῶν ποιησόμεθα κεφαλαιώδη τὴν ἔφοδον ἐπὶ τὴν ἀρχὴν τοῦ μέλλοντος λέγεσθαι πολέμου.

Ἀντίοχος γὰρ ἦν μὲν υἱὸς νεώτερος Σελεύκου τοῦ Καλλινίκου προσαγορευθέντος, μεταλλάξαντος δὲ τοῦ πατρὸς καὶ διαδεξαμένου τἀδελφοῦ Σελεύκου τὴν βασιλείαν διὰ τὴν ἡλικίαν, τὸ μὲν πρῶτον τοῖς ἄνω τόποις μεθιστάμενος ἐποιεῖτο τὴν διατριβήν,

ἐπεὶ δὲ Σέλευκος μετὰ δυνάμεως ὑπερβαλὼν τὸν Ταῦρον ἐδολοφονήθη, καθάπερ καὶ πρότερον εἰρήκαμεν, μεταλαβὼν τὴν ἀρχὴν αὐτὸς ἐβασίλευσε,

διαπιστεύων τὴν μὲν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν Ἀχαιῷ, τὰ δʼ ἄνω μέρη τῆς βασιλείας ἐγκεχειρικὼς Μόλωνι καὶ τἀδελφῷ τῷ Μόλωνος Ἀλεξάνδρῳ, Μόλωνος μὲν Μηδίας ὑπάρχοντος σατράπου, τἀδελφοῦ δὲ τῆς

Περσίδος. οἳ καταφρονήσαντες μὲν αὐτοῦ διὰ τὴν ἡλικίαν, ἐλπίσαντες δὲ τὸν Ἀχαιὸν ἔσεσθαι κοινωνὸν σφίσι τῆς ἐπιβολῆς, μάλιστα δὲ φοβούμενοι τὴν ὠμότητα καὶ κακοπραγμοσύνην τὴν Ἑρμείου τοῦ τότε προεστῶτος τῶν ὅλων πραγμάτων, ἀφίστασθαι καὶ διαστρέφειν ἐνεχείρησαν τὰς ἄνω σατραπείας. ὁ δʼ Ἑρμείας ἦν μὲν ἀπὸ Καρίας,

ἐπέστη δʼ ἐπὶ τὰ πράγματα, Σελεύκου τἀδελφοῦ ταύτην αὐτῷ τὴν πίστιν ἐγχειρίσαντος, καθʼ οὓς καιροὺς ἐποιεῖτο τὴν ἐπὶ τὸν ἄτταλον στρατείαν.

τυχὼν δὲ ταύτης τῆς ἐξουσίας πᾶσι μὲν ἐφθόνει τοῖς ἐν ὑπεροχαῖς οὖσι τῶν περὶ τὴν αὐλήν, φύσει δʼ ὠμὸς ὢν τῶν μὲν τὰς ἀγνοίας ἐπὶ τὸ χεῖρον ἐκδεχόμενος ἐκόλαζε, τοῖς δὲ χειροποιήτους καὶ ψευδεῖς ἐπιφέρων αἰτίας ἀπαραίτητος ἦν καὶ πικρὸς δικαστής.

μάλιστα δʼ ἔσπευδε καὶ περὶ παντὸς ἐποιεῖτο βουλόμενος ἐπανελέσθαι τὸν ἀποκομίσαντα τὰς δυνάμεις τὰς Σελεύκῳ συνεξελθούσας Ἐπιγένην, διὰ τὸ θεωρεῖν τὸν ἄνδρα καὶ λέγειν καὶ πράττειν δυνάμενον καὶ μεγάλης ἀποδοχῆς ἀξιούμενον παρὰ ταῖς δυνάμεσιν.

ὢν δὲ ταύτης τῆς προθέσεως ἐπεῖχε, βουλόμενος ἀεί τινος ὁρμῆς ἐπιλαβέσθαι καὶ προφάσεως κατὰ τοῦ προειρημένου.

ἁθροισθέντος δὲ τοῦ συνεδρίου περὶ τῆς τοῦ Μόλωνος ἀποστάσεως, καὶ κελεύσαντος τοῦ βασιλέως λέγειν ἕκαστον τὸ φαινόμενον περὶ τοῦ πῶς δεῖ χρῆσθαι τοῖς κατὰ τοὺς ἀποστάτας πράγμασι,