Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πρὸς δὲ τούτοις ἠγωνίων μή ποτε μετηλλαχότος μὲν Ἀντιγόνου, τῶν δὲ λοιπῶν μηδενὸς ὑπάρχοντος ἀντιπάλου, ταχέως ἀκονιτὶ τὰ κατὰ τὴν Ἑλλάδα ποιησάμενος ὑφʼ αὑτὸν βαρὺς καὶ φοβερὸς αὐτὸς ὁ Κλεομένης ἀνταγωνιστὴς σφίσι γένηται,

τεθεαμένος μὲν ὑπʼ αὐγὰς αὐτῶν τὰ πράγματα, κατεγνωκὼς δὲ τοῦ βασιλέως, θεωρῶν δὲ πολλὰ τὰ παρακρεμάμενα μέρη καὶ μακρὰν ἀπεσπασμένα τῆς βασιλείας καὶ πολλὰς ἀφορμὰς ἔχοντα πρὸς πραγμάτων λόγον·

καὶ γὰρ ναῦς ἐν τοῖς κατὰ Σάμον ἦσαν τόποις οὐκ ὀλίγαι καὶ στρατιωτῶν πλῆθος ἐν τοῖς κατʼ Ἔφεσον.

διὰ ταῦτα μὲν οὖν τὴν ἐπιβολήν, ὥστʼ ἐκπέμπειν αὐτὸν μετὰ χορηγίας, ἀπεδοκίμασαν διὰ τὰς προειρημένας αἰτίας· τό γε μὴν ὀλιγωρήσαντας ἄνδρα τοιοῦτον ἐξαποστεῖλαι, πρόδηλον ἐχθρὸν καὶ πολέμιον, οὐδαμῶς ἡγοῦντο σφίσι συμφέρειν.

λοιπὸν ἦν ἄκοντα κατέχειν. τοῦτο δʼ αὐτόθεν καὶ χωρὶς λόγου πάντες μὲν ἀπεδοκίμαζον, οὐκ ἀσφαλὲς νομίζοντες εἶναι λέοντι καὶ προβάτοις ὁμοῦ ποιεῖσθαι τὴν ἔπαυλιν· μάλιστα δὲ τοῦτο τὸ μέρος ὁ Σωσίβιος ὑφεωρᾶτο διά τινα τοιαύτην αἰ

τίαν. καθʼ ὃν γὰρ καιρὸν ἐγίνοντο περὶ τὴν ἀναίρεσιν τοῦ Μάγα καὶ τῆς Βερενίκης, ἀγωνιῶντες μὴ διασφαλῶσι τῆς ἐπιβολῆς, καὶ μάλιστα διὰ τὴν Βερενίκης τόλμαν, ἠναγκάζοντο πάντας αἰκάλλειν τοὺς περὶ τὴν αὐλὴν καὶ πᾶσιν ὑπογράφειν ἐλπίδας, ἐὰν κατὰ λόγον αὐτοῖς χωρήσῃ τὰ πράγματα.