Histories
Polybius
Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor
καίτοι διότι πλεῖσται μὲν καὶ μέγισται τότε περί τε τὴν Ἰβηρίαν καὶ Λιβύην, ἔτι δὲ τὴν Σικελίαν καὶ Ἰταλίαν ἐπετελέσθησαν πράξεις, ἐπιφανέστατος δὲ καὶ πολυχρονιώτατος ὁ κατʼ Ἀννίβαν πόλεμος γέγονε πλὴν τοῦ περὶ Σικελίαν, πάντες δʼ ἠναγκάσθημεν πρὸς αὐτὸν ἀποβλέπειν διὰ τὸ μέγεθος, δεδιότες τὴν συντέλειαν τῶν ἀποβησομένων, τίς οὕτως ἐστὶν ἀδαὴς ὃς οὐκ οἶδεν;
ἀλλʼ ἔνιοι τῶν πραγματευομένων οὐδʼ ἐφʼ ὅσον οἱ τὰ κατὰ καιροὺς ἐν ταῖς χρονογραφίαις ὑπομνηματιζόμενοι πολιτικῶς εἰς τοὺς τοίχους, οὐδʼ ἐπὶ τοσοῦτο μνησθέντες, πάσας φασὶ τὰς κατὰ τὴν Ἑλλάδα καὶ βάρβαρον περιειληφέναι πράξεις.
τοῦτο δʼ ἐστὶν αἴτιον, ὅτι τὸ μὲν τῷ λόγῳ τῶν μεγίστων ἔργων ἀντιποιήσασθαι τελείως ἐστὶ ῥᾴδιον, τὸ δὲ τοῖς πράγμασιν ἐφικέσθαι τινὸς τῶν καλῶν οὐκ εὐμαρές.
διὸ καὶ τὸ μὲν ἐν μέσῳ κεῖται καὶ πᾶσι κοινὸν ὡς ἔπος εἰπεῖν τοῖς μόνον τολμᾶν δυναμένοις ὑπάρχει, τὸ δὲ καὶ λίαν ἐστὶ σπάνιον καὶ σπανίοις συνεξέδραμε κατὰ τὸν βίον.
ταῦτα μὲν οὖν προήχθην εἰπεῖν χάριν τῆς ἀλαζονείας τῶν ὑπερηφανούντων ἑαυτοὺς καὶ τὰς ἰδίας πραγματείας· ἐπὶ δὲ τὴν ἀρχὴν ἐπάνειμι τῆς ἐμαυτοῦ προθέσεως.
ὡς γὰρ θᾶττον Πτολεμαῖος ὁ κληθεὶς Φιλοπάτωρ, μεταλλάξαντος τοῦ πατρός, ἐπανελόμενος τὸν ἀδελφὸν Μάγαν καὶ τοὺς τούτῳ συνεργοῦντας παρέλαβε τὴν τῆς Αἰγύπτου δυναστείαν,