Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

γενομένης δὲ τῆς εἰσόδου τραγικῆς διὰ τὸ πλῆθος τῶν ἀπαντησάντων ἡγεμόνων καὶ στρατιωτῶν, ἧκε πρὸς τὴν αὐλὴν ὁ προειρημένος εὐθέως ἐκ πορείας.

βουλομένου δʼ αὐτοῦ κατὰ τὴν προγεγενημένην συνήθειαν εἰσιέναι, παρακατέσχε τις τῶν ῥαβδούχων κατὰ τὸ συντεταγμένον, φήσας οὐκ εὐκαίρως ἔχειν τὸν βασιλέα.

ξενισθεὶς δὲ καὶ διαπορήσας ἐπὶ πολὺν χρόνον διὰ τὸ παράδοξον ὁ μὲν Ἀπελλῆς ἐπανῆγε διατετραμμένος, οἱ δὲ λοιποὶ παραχρῆμα πάντες ἀπέρρεον ἀπʼ αὐτοῦ προφανῶς, ὥστε τὸ τελευταῖον μόνον μετὰ τῶν ἰδίων παίδων εἰσελθεῖν εἰς τὴν αὑτοῦ κατάλυσιν.

βραχεῖς γὰρ δὴ πάνυ καιροὶ πάντας μὲν ἀνθρώπους ὡς ἐπίπαν ὑψοῦσι καὶ πάλιν ταπεινοῦσι, μάλιστα δὲ τοὺς ἐν ταῖς βασιλείαις.

ὄντως γάρ εἰσιν οὗτοι παραπλήσιοι ταῖς ἐπὶ τῶν ἀβακίων ψήφοις· ἐκεῖναί τε γὰρ κατὰ τὴν τοῦ ψηφίζοντος βούλησιν ἄρτι χαλκοῦν καὶ παραυτίκα τάλαντον ἰσχύουσιν, οἵ τε περὶ τὰς αὐλὰς κατὰ τὸ τοῦ βασιλέως νεῦμα μακάριοι καὶ παρὰ πόδας ἐλεεινοὶ γίνονται.

ὁ δὲ Μεγαλέας, ὁρῶν παρὰ δόξαν ἐκβαίνουσαν αὑτοῖς τὴν ἐπικουρίαν τὴν κατὰ τὸν Ἀπελλῆν, φόβου πλήρης ἦν καὶ περὶ δρασμὸν ἐγένετο.

ὁ δʼ Ἀπελλῆς ἐπὶ μὲν τὰς συνουσίας καὶ τοιαῦτα τῶν τιμῶν παρελαμβάνετο, τῶν δὲ διαβουλίων καὶ τῆς μεθʼ ἡμέραν συμπεριφορᾶς οὐ μετεῖχε.

ταῖς δʼ ἑξῆς ἡμέραις ὁ βασιλεὺς ἐπὶ τὰς κατὰ τὴν Φωκίδα πράξεις πάλιν ἐκ τοῦ Λεχαίου ποιούμενος τὸν πλοῦν ἐπεσπάσατο τὸν Ἀπελλῆν. διαπεσούσης δʼ αὐτῷ τῆς ἐπιβολῆς, οὗτος μὲν αὖτις ἐξ