Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων,

καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις

ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ,

κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρʼ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν.

ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημένων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας ἢ καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαίμονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα σταδίους, ἐπʼ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ.

τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ· τὸ δʼ ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κείμενον,

ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πόλεως, στρατοπεδεύειν δʼ ἐν καλλίστῳ, κρατοῦντα τῆς εἰσόδου καὶ τῆς διόδου τῶν στενῶν.