Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τότε συνέβη τοὺς μὲν παρὰ τοῦ Φιλίππου μισθοφόρους ἐπαρθέντας τῇ τῶν Ἰλλυριῶν καὶ πελταστῶν ἐφεδρείᾳ πολλαπλασίως ἐπιρρωσθῆναι πρὸς τὸν κίνδυνον, τοὺς δὲ παρὰ τοῦ Λυκούργου, καταπλαγέντας τὴν τῶν βαρέων ὅπλων ἔφοδον, ἐγκλίναντας φυγεῖν.

ἔπεσον μὲν οὖν αὐτῶν εἰς ἑκατόν, ἑάλωσαν δὲ μικρῷ πλείους· οἱ δὲ λοιποὶ διέφυγον εἰς τὴν πόλιν. ὁ δὲ Λυκοῦργος αὐτὸς ταῖς ἀνοδίαις ὁρμήσας νύκτωρ μετʼ ὀλίγων ἐποιήσατο τὴν εἰς πόλιν πάροδον.

Φίλιππος δὲ τοὺς μὲν λόφους τοῖς Ἰλλυριοῖς κατελάβετο, τοὺς δʼ εὐζώνους ἔχων καὶ πελταστὰς ἐπανῄει πρὸς τὴν δύναμιν.

Ἄρατος δὲ κατὰ τὸν καιρὸν τοῦτον, ἄγων ἐκ τῶν Ἀμυκλῶν τὴν φάλαγγα, σύνεγγυς ἦν ἤδη τῆς πόλεως.

ὁ μὲν οὖν βασιλεὺς διαβὰς τὸν ποταμὸν ἐφήδρευε τοῖς εὐζώνοις καὶ πελτασταῖς, ἔτι δὲ τοῖς ἱππεῦσιν, ἕως τὰ βαρέα τῶν ὅπλων ὑπʼ αὐτοὺς τοὺς βουνοὺς ἀσφαλῶς διῄει τὰς δυσχωρίας.

τῶν δʼ ἐκ τῆς πόλεως ἐπιβαλομένων ἐγχειρεῖν τοῖς ἐφεδρεύουσι τῶν ἱππέων, καὶ γενομένης συμπλοκῆς ὁλοσχερεστέρας, καὶ τῶν πελταστῶν εὐψύχως ἀγωνισαμένων,

καὶ περὶ τοῦτον τὸν καιρὸν ὁ Φίλιππος ὁμολογούμενον προτέρημα ποιήσας, καὶ συνδιώξας τοὺς τῶν Λακεδαιμονίων ἱππεῖς εἰς τὰς πύλας, μετὰ ταῦτα διαβὰς ἀσφαλῶς τὸν Εὐρώταν ἀπουράγει τοῖς αὑτοῦ φαλαγγίταις

ἤδη δὲ τῆς ὥρας συναγούσης, ἀπαναγκαζόμενος αὐτοῦ στρατοπεδεύειν, περὶ τὴν ἐκ τῶν στενῶν ἔξοδον ἐχρήσατο στρατοπεδείᾳ,

κατὰ σύμπτωμα τῶν ἡγεμόνων περιβαλομένων τοιοῦτον τόπον οἷον οὐκ ἂν ἄλλον τις εὕροι βουλόμενος εἰς τὴν χώραν τῆς Λακωνικῆς παρʼ αὐτὴν τὴν πόλιν ποιεῖσθαι τὴν εἰσβολήν.

ἔστι γὰρ ἐπὶ τῆς ἀρχῆς τῶν προειρημένων στενῶν, ὅταν ἀπὸ τῆς Τεγέας ἢ καθόλου τῆς μεσογαίου παραγινόμενος ἐγγίζῃ τις τῇ Λακεδαίμονι, τόπος ἀπέχων μὲν τῆς πόλεως δύο μάλιστα σταδίους, ἐπʼ αὐτοῦ δὲ κείμενος τοῦ ποταμοῦ.

τούτου δὲ συμβαίνει τὴν μὲν ἐπὶ τὴν πόλιν καὶ τὸν ποταμὸν βλέπουσαν πλευρὰν περιέχεσθαι πᾶσαν ἀπορρῶγι μεγάλῃ καὶ παντελῶς ἀπροσίτῳ· τὸ δʼ ἐπὶ τοῖς κρημνοῖς τούτοις χωρίον ἐπίπεδόν ἐστι καὶ γεῶδες καὶ κάθυγρον, ἅμα δὲ καὶ πρὸς τὰς εἰσαγωγὰς καὶ τὰς ἐξαγωγὰς τῶν δυνάμεων εὐφυῶς κείμενον,

ὥστε τὸν στρατοπεδεύσαντα ἐν αὐτῷ καὶ κατασχόντα τὸν ὑπερκείμενον λόφον δοκεῖν μὲν ἐν ἀσφαλεῖ στρατοπεδεύειν διὰ τὴν παράθεσιν τῆς πόλεως, στρατοπεδεύειν δʼ ἐν καλλίστῳ, κρατοῦντα τῆς εἰσόδου καὶ τῆς διόδου τῶν στενῶν.