Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Δωρίμαχος δὲ τὴν μὲν πρώτην ἔξοδον ἐποιήσατο μετὰ τῶν Αἰτωλῶν, πεπεισμένος, καθάπερ ἐπάνω προεῖπον, αὑτὸν μὲν ἀσφαλῶς κατασύρειν τὴν Θετταλίαν, τὸν δὲ Φίλιππον ἀναστήσειν ἀπὸ τῆς περὶ τοὺς Παλαιεῖς πολιορκίας·

εὑρὼν δὲ τοὺς περὶ τὸν Χρυσόγονον καὶ Πετραῖον ἑτοίμους ἐν Θετταλίᾳ πρὸς τὸ διακινδυνεύειν, εἰς μὲν τὸ πεδίον οὐκ ἐθάρρει καταβαίνειν, ἐν δὲ ταῖς παρωρείαις προσανέχων διῆγε.

προσπεσούσης δʼ αὐτῷ τῆς τῶν Μακεδόνων εἰς τὴν Αἰτωλίαν εἰσβολῆς, ἀφέμενος τῶν κατὰ Θετταλίαν ἐβοήθει τούτοις κατὰ σπουδήν. καταλαβὼν δʼ ἀπηλλαγμένους ἐκ τῆς Αἰτωλίας τοὺς Μακεδόνας οὗτος μὲν ὑπελείπετο καὶ καθυστέρει πάντων·

ὁ δὲ βασιλεὺς ἀναχθεὶς ἐκ τῆς Λευκάδος, καὶ πορθήσας ἐν παράπλῳ τὴν τῶν Οἰανθέων χώραν, κατῆρε μετὰ τοῦ στόλου παντὸς εἰς Κόρινθον.

ὁρμίσας δὲ τὰς νῆας ἐν τῷ Λεχαίῳ τήν τε δύναμιν ἐξεβίβαζε καὶ τοὺς γραμματοφόρους διαπέστελλε πρὸς τὰς ἐν Πελοποννήσῳ συμμαχίδας πόλεις, δηλῶν τὴν ἡμέραν, ἐν ᾗ δεήσει πάντας μετὰ τῶν ὅπλων κοιταίους ἐν τῇ τῶν

Τεγεατῶν γίνεσθαι πόλει. ταῦτα δὲ διαπραξάμενος, καὶ μείνας οὐδένα χρόνον ἐν τῇ Κορίνθῳ, παρήγγειλε τοῖς Μακεδόσιν ἀναζυγήν. ποιησάμενος δὲ τὴν πορείαν διʼ Ἄργους ἧκε δευτεραῖος εἰς Τεγέαν.

προσαναλαβὼν δὲ τοὺς ἡθροισμένους τῶν Ἀχαιῶν προῆγε διὰ τῆς ὀρεινῆς, σπουδάζων λαθεῖν τοὺς Λακεδαιμονίους ἐμβαλὼν εἰς τὴν χώραν.

περιελθὼν δὲ ταῖς ἐρημίαις, τεταρταῖος ἐπέβαλε τοῖς καταντικρὺ τῆς πόλεως λόφοις, καὶ παρῄει δεξιὸν ἔχων τὸ Μενελάιον ἐπʼ αὐτὰς τὰς Ἀμύκλας.