Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῇ δʼ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύσας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν.

τῇ δʼ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἕως ἐπὶ τὸν Στράτον. διαβὰς δὲ τὸν ποταμὸν ἐπέστησε τὴν δύναμιν ἐκτὸς βέλους,

ἀποπειρώμενος τῶν ἔνδον· ἐπυνθάνετο γὰρ εἰς τὸν Στράτον συνδεδραμηκέναι τῶν Αἰτωλῶν πεζοὺς μὲν εἰς τρισχιλίους, ἱππεῖς δὲ περὶ τετρακοσίους, Κρῆτας δʼ εἰς πεντακοσίους.

οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος, αὖτις ἀρξάμενος ἐκίνει τοὺς πρώτους, ποιούμενος τὴν πορείαν ὡς ἐπὶ τὴν Λιμναίαν καὶ τὰς ναῦς.

ἅμα δὲ τῷ τὴν οὐραγίαν παραλλάξαι τὴν πόλιν τὸ μὲν πρῶτον ὀλίγοι τῶν Αἰτωλικῶν ἱππέων ἐξελθόντες κατεπείραζον τῶν ἐσχάτων·

ἐπεὶ δὲ τό τε τῶν Κρητῶν πλῆθος ἐκ τῆς πόλεως καί τινες τῶν Αἰτωλικῶν συνῆψαν τοῖς αὑτῶν ἱππεῦσι, γινομένης ὁλοσχερεστέρας συμπλοκῆς, ἠναγκάσθησαν ἐκ μεταβολῆς οἱ περὶ τὴν οὐραγίαν κινδυνεύειν.

τὸ μὲν οὖν πρῶτον ἀμφοτέρων ἐφάμιλλος ἦν ὁ κίνδυνος· προσβοηθησάντων δὲ τοῖς παρὰ τοῦ Φιλίππου μισθοφόροις τῶν Ἰλλυριῶν, ἐνέκλιναν καὶ σποράδην ἔφευγον οἱ τῶν Αἰτωλῶν ἱππεῖς καὶ μισθοφόροι.

καὶ τὸ μὲν πολὺ μέρος αὐτῶν ἕως εἰς τὰς πύλας καὶ πρὸς τὰ τείχη συνεδίωξαν οἱ παρὰ τοῦ βασιλέως, κατέβαλον δʼ εἰς ἑκατόν.