Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Θεμίστην γὰρ ἐξαποστείλαντες μετʼ ἀνδρῶν τετρακισχιλίων ἔλυσαν μὲν τὴν Ἰλιέων πολιορκίαν, ἐξέβαλον δʼ ἐκ πάσης τῆς Τρῳάδος τοὺς Γαλάτας, ἐμποδίζοντες ταῖς χορηγίαις καὶ διαλυμαινόμενοι τὰς ἐπιβολὰς αὐτῶν.

οἱ δὲ Γαλάται κατασχόντες τὴν Ἀρίσβαν καλουμένην ἐν τῇ τῶν Ἀβυδηνῶν χώρᾳ, λοιπὸν ἐπεβούλευον καὶ προσεπολέμουν ταῖς περὶ τούτους τοὺς τόπους ἐκτισμέναις πόλεσιν.

ἐφʼ οὓς στρατεύσας μετὰ δυνάμεως Προυσίας καὶ παραταξάμενος τοὺς μὲν ἄνδρας κατʼ αὐτὸν τὸν κίνδυνον ἐν χερῶν νόμῳ διέφθειρε, τὰ δὲ τέκνα σχεδὸν ἅπαντα καὶ τὰς γυναῖκας αὐτῶν ἐν τῇ παρεμβολῇ κατέσφαξε, τὴν δʼ ἀποσκευὴν ἐφῆκε διαρπάσαι τοῖς ἠγωνισμένοις.

πράξας δὲ ταῦτα μεγάλου μὲν ἀπέλυσε φόβου καὶ κινδύνου τὰς ἐφʼ Ἑλλησπόντου πόλεις, καλὸν δὲ παράδειγμα τοῖς ἐπιγινομένοις ἀπέλιπε τοῦ μὴ ῥᾳδίαν ποιεῖσθαι τοὺς ἐκ τῆς Εὐρώπης βαρβάρους τὴν εἰς τὴν Ἀσίαν διάβασιν.

τὰ μὲν οὖν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν. τὰ δὲ κατὰ τὴν Ἰταλίαν τῆς περὶ Κάνναν μάχης ἐπιτελεσθείσης τὰ πλεῖστα μετετίθετο πρὸς τοὺς Καρχηδονίους, καθάπερ ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται.

ἡμεῖς δὲ νῦν μὲν ἐπὶ τούτων τῶν καιρῶν τῆς διηγήσεως λήξομεν, ἐπεὶ διεληλύθαμεν ἃς περιέσχε τῶν τε κατὰ τὴν Ἀσίαν καὶ τῶν Ἑλληνικῶν πράξεων ἡ τετταρακοστὴ τῶν ὀλυμπιάδων πρὸς ταῖς ἑκατόν·

ἐν δὲ τῇ μετὰ ταῦτα βύβλῳ, βραχέα προσαναμνήσαντες τῆς [ἐν ταύτῃ τῇ βύβλῳ] προκατασκευῆς, ἐπὶ τὸν περὶ τῆς Ῥωμαίων πολιτείας λόγον ἐπάνιμεν κατὰ τὴν ἐν ἀρχαῖς ὑπόσχεσιν.

στήσαντες δʼ ἐπὶ τούτων [*](θυαε συντ ϝ, 111) τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον,

ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετʼ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν,

ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς. [πολψβ. ιιι, 2, 6].