Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη.

κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀντίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν διʼ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευκάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυπραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον.

πυνθανόμενος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ

Ἀπολλωνίας. ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων.

τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορμισθέντες εἰς τὴν νῆσον, ἣ καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθμοῦ,

τούτους δʼ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπʼ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν.

ὁ δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπʼ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν.

οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος.

βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς.

συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον περὶ αὐτόν.

ὁ γὰρ Σκερδιλαΐδας, ἀκούων κατὰ χειμῶνα λέμβους ναυπηγεῖσθαι τὸν Φίλιππον πλείους, καὶ προσδοκῶν αὐτοῦ τὴν κατὰ θάλατταν παρουσίαν, διεπέμπετο πρὸς τοὺς Ῥωμαίους διασαφῶν ταῦτα καὶ παρακαλῶν βοηθεῖν,