Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογιζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης οὐχ ὡς πρὸς ναυμαχίαν —

τοῦτο μὲν γὰρ οὐδʼ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖν — ἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπιφαίνεσθαι τοῖς πολεμίοις·

διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκατὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶτος τῶν ἐν Μακεδονίᾳ βασιλέων.

καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη.

κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀντίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν διʼ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευκάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυπραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον.

πυνθανόμενος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ

Ἀπολλωνίας. ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων.

τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορμισθέντες εἰς τὴν νῆσον, ἣ καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθμοῦ,

τούτους δʼ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπʼ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν.

ὁ δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπʼ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν.