Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

αὐτὸς δὲ διαβὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους.

κατὰ δὲ τὸν καιρὸν τοῦτον, καθʼ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον διʼ αὑτοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆν

αὖθις ἀναπλέων. ἤδη δὲ καὶ τῶν συνέδρων ἡθροισμένων, ἐξέπεμψε πρὸς τοὺς Αἰτωλοὺς Ἄρατον καὶ Ταυρίωνα καί τινας τῶν ἡκόντων ἅμα τούτοις.

οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροισμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεωροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ διασαφῆσαι περὶ τούτων.

οἱ δʼ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέσθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινολογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς ἁρμοζούσης διεξαγωγῆς.

ὁ δὲ βασιλεὺς παρορμηθεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνάμεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, ἃ τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε·

στρατοπεδεύσας δὲ καὶ περιλαβὼν χάρακι τὰς νῆας καὶ τὴν παρεμβολήν, ἔμενε προσανέχων τὸν καιρὸν τῆς ἐντεύξεως.

οἱ δʼ Αἰτωλοὶ χωρὶς τῶν ὅπλων ἧκον πανδημεί, καὶ διασχόντες ὡς δύο στάδια τῆς Φιλίππου παρεμβολῆς διεπέμποντο καὶ διελέγοντο περὶ τῶν ἐνεστώτων.

τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς πάντας ἐξέπεμπε τοὺς ἥκοντας παρὰ τῶν συμμάχων, κελεύσας ἐπὶ τούτοις προτείνειν τὴν εἰρήνην τοῖς Αἰτωλοῖς, ὥστʼ ἔχειν ἀμφοτέρους ἃ νῦν ἔχουσι·

δεξαμένων δὲ τῶν Αἰτωλῶν ἑτοίμως, τὸ λοιπὸν ἤδη περὶ τῶν κατὰ μέρος συνεχεῖς ἐγίνοντο διαποστολαὶ πρὸς ἀλλήλους, ὧν τὰς μὲν πλείους παρήσομεν διὰ τὸ μηδὲν ἔχειν ἄξιον μνήμης,

τῆς δʼ Ἀγελάου τοῦ Ναυπακτίου παραινέσεως ποιησόμεθα μνήμην, ᾗ κατὰ τὴν πρώτην ἔντευξιν ἐχρήσατο πρός τε τὸν