Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐξελεύσεσθαι δὲ καὶ βοηθήσειν αὐτοῖς ἔφασαν, ἐὰν ὅμηρα δῶσιν οἱ παραγεγονότες τοὺς ἑαυτῶν υἱεῖς εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν χάριν τοῦ μὴ διαλυθήσεσθαι πρὸς Αἰτωλοὺς χωρὶς τῆς τῶν Ἀχαιῶν βουλήσεως.

ἐστρατοπέδευον δὲ καὶ Λακεδαιμόνιοι, κατὰ τὴν συμμαχίαν ἐξεληλυθότες, ἐπὶ τοῖς τῶν Μεγαλοπολιτῶν ὅροις, ἐφέδρων καὶ θεωρῶν μᾶλλον ἢ συμμάχων ἔχοντες τάξιν.

Ἄρατος δὲ τὸν τρόπον τοῦτον τὰ πρὸς Μεσσηνίους διαπράξας, ἔπεμπε πρὸς τοὺς Αἰτωλούς, διασαφῶν τὰ δεδογμένα καὶ παρακελευόμενος ἐπανάγειν ἐκ τῆς τῶν Μεσσηνίων χώρας καὶ τῆς Ἀχαΐας μὴ ψαύειν· εἰ δὲ μή, διότι χρήσεται τοῖς ἐπιβαίνουσιν ὡς πολεμίοις.

Σκόπας δὲ καὶ Δωρίμαχος ἀκούσαντες τὰ λεγόμενα καὶ γνόντες ἡθροισμένους τοὺς Ἀχαιούς, ἡγοῦντο συμφέρειν σφίσι τότε τίθεσθαι τοῖς παραγγελλομένοις.

παραυτίκα μὲν οὖν ἐξαπέστελλον γραμματοφόρους εἴς τε Κυλλήνην καὶ πρὸς Ἀρίστωνα τὸν τῶν Αἰτωλῶν στρατηγόν, ἀξιοῦντες κατὰ σπουδὴν αὑτοῖς ἀποστέλλειν τὰ πορθμεῖα τῆς Ἠλείας εἰς τὴν Φειάδα καλουμένην νῆσον.

αὐτοὶ δὲ μετὰ δύʼ ἡμέρας ἀνέζευξαν γέμοντες τῆς λείας, καὶ προῆγον ὡς ἐπὶ τὴν Ἠλείαν. ἀεὶ γάρ ποτε τῆς τῶν Ἠλείων ἀντείχοντο φιλίας Αἰτωλοὶ χάριν τοῦ διὰ τούτων ἐπιπλοκὰς λαμβάνειν πρὸς τὰς ἁρπαγὰς τὰς ἐκ Πελοποννήσου καὶ λῃστείας.

ὁ δʼ Ἄρατος ἐπιμείνας δύʼ ἡμέρας, καὶ πιστεύσας εὐήθως ὅτι ποιήσονται τὴν ἐπάνοδον, καθάπερ ὑπεδείκνυσαν, τοὺς μὲν λοιποὺς Ἀχαιοὺς καὶ τοὺς Λακεδαιμονίους διαφῆκε πάντας εἰς τὴν οἰκείαν,

τρισχιλίους δʼ ἔχων πεζοὺς καὶ τριακοσίους ἱππεῖς καὶ τοὺς ἅμα τῷ Ταυρίωνι στρατιώτας, προῆγε τὴν ἐπὶ Πάτρας, ἀντιπαράγειν τοῖς Αἰτωλοῖς προαιρούμενος.

οἱ δὲ περὶ τὸν Δωρίμαχον, πυνθανόμενοι τοὺς περὶ τὸν Ἄρατον ἀντιπαράγειν αὐτοῖς καὶ συμμένειν, τὰ μὲν διαγωνιάσαντες μὴ κατὰ τὴν εἰς τὰς ναῦς ἔμβασιν ἐπίθωνται σφίσι περισπωμένοις, τὰ δὲ σπουδάζοντες συγχέαι τὸν πόλεμον,

τὴν μὲν λείαν ἀπέστειλαν ἐπὶ τὰ πλοῖα, συστήσαντες τοὺς ἱκανοὺς καὶ τοὺς ἐπιτηδείους πρὸς τὴν διακομιδήν, προσεντειλάμενοι τοῖς ἐκπεμπομένοις ταῦτα πρὸς τὸ Ῥίον ἀπαντᾶν, ὡς ἐντεῦθεν ποιησόμενοι τὴν ἔμβασιν,

αὐτοὶ δὲ τὸ μὲν πρῶτον ἐφήδρευον τῇ τῆς λείας ἐξαποστολῇ περιέποντες, μετὰ δὲ ταῦτα προῆγον ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας.