Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ.

ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν.

συνίστανε δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρʼ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δʼ αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν.

περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως.

διʼ ἃ δὴ καὶ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν Ἠλείαν ἅμα ποιούμενον τὴν πορείαν.

πεισθέντος δʼ αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ καιροῦ, καὶ τοὺς μὲν παρακαλῶν, οἷς δʼ ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κατεκράτησε δʼ οὖν ὅμως τοῦ γενέσθαι στρατηγὸν Ἐπήρατον Φαραιέα, τὸν δὲ Τιμόξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσαγόμενον.

μετὰ δὲ ταῦτα ἀναζεύξας ὁ βασιλεύς, καὶ ποιησάμενος τὴν πορείαν διὰ Πατρῶν καὶ Δύμης, ἧκε πρὸς τὸ φρούριον, ὃ καλεῖται μὲν Τεῖχος, πρόκειται δὲ τῆς Δυμαίων χώρας· κατέσχον δʼ αὐτὸ μικροῖς ἔμπροσθεν χρόνοις, καθάπερ ἀνώτερον εἶπον, οἱ περὶ τὸν Εὐριπίδαν.

σπεύδων δὴ τοῦτο κατὰ πάντα τρόπον ἀνακομίσασθαι τοῖς Δυμαίοις, προσεστρατοπέδευσε μετὰ πάσης δυνάμεως.