Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

παρακαλέσας δὲ τοὺς Λεπρεάτας τὰ πρέποντα τῷ καιρῷ, καὶ φυλακὴν εἰσαγαγὼν εἰς τὴν ἄκραν, ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐφʼ Ἡραίας, ἀπολιπὼν ἐπιμελητὴν τῆς Τριφυλίας Λάδικον τὸν Ἀκαρνᾶνα.

παραγενόμενος δʼ εἰς τὴν προειρημένην πόλιν τὴν μὲν λείαν διένειμε πᾶσαν, τὴν δʼ ἀποσκευὴν ἀναλαβὼν ἐκ τῆς Ἡραίας ἦλθε μέσου χειμῶνος εἰς Μεγάλην πόλιν.

κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ἔπραττε τὰ κατὰ τὴν Τριφυλίαν, καὶ Χείλων ὁ Λακεδαιμόνιος, ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν, καὶ βαρέως φέρων τὴν γεγενημένην ὑπεροψίαν περὶ αὐτὸν ἐκ τῶν ἐφόρων ἐν τῇ κατὰ τὸν Λυκοῦργον κρίσει περὶ τῆς βασιλείας, κινεῖν ἐπεβάλετο τὰ καθεστῶτα.

νομίσας δʼ, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, ταχέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς τὴν πρᾶξιν.

συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν τὴν ἐπίνοιαν.

θεωρῶν δὲ μέγιστον ἐμπόδιον ὑπάρχον αὑτῷ πρὸς τὴν ἐπιβολὴν τὸν Λυκοῦργον καὶ τοὺς ἐφόρους τοὺς περιθέντας ἐκείνῳ τὴν βασιλείαν, ὥρμησε πρῶτον ἐπὶ τούτους.

τοὺς μὲν οὖν ἐφόρους δειπνοῦντας καταλαβών, πάντας αὐτοῦ κατέσφαξε, τῆς τύχης τὴν ἁρμόζουσαν αὐτοῖς ἐπιθείσης δίκην· καὶ γὰρ ὑφʼ οὗ καὶ περὶ οὗ ταῦτʼ ἔπαθον, δικαίως αὐτοὺς ἄν τις φήσειε πεπονθέναι.

ὁ δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γʼ ἐγκρατὴς αὐτοῦ γενέσθαι.