Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται καταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχωρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων· ἧκε γὰρ καὶ παρʼ ἐκείνων αὐτοῖς βοήθεια.

τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλʼ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει·

τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προάγοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθησαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρμαῖς.

καλὸν γὰρ δὴ τοῦτο Λεπρεάταις ἔργον πέπρακται, τὸ χιλίων μὲν ἔνδον ὄντων Ἠλείων, χιλίων δὲ σὺν τοῖς πειραταῖς Αἰτωλῶν, πεντακοσίων δὲ μισθοφόρων, διακοσίων δὲ Λακεδαιμονίων, πρὸς δὲ τούτοις τῆς ἄκρας κατεχομένης, ὅμως ἀντιποιήσασθαι τῆς ἑαυτῶν πατρίδος καὶ μὴ προέσθαι τὰς σφετέρας ἐλπίδας.

ὁ δὲ Φιλλίδας, ὁρῶν τοὺς Λεπρεάτας ἀνδρωδῶς ὑφισταμένους καὶ τοὺς Μακεδόνας ἐγγίζοντας, ἐξεχώρησε τῆς πόλεως ἅμα τοῖς Ἠλείοις καὶ τοῖς παρὰ τῶν Λακεδαιμονίων.

οἱ μὲν οὖν παρὰ τῶν Σπαρτιατῶν Κρῆτες διὰ τῆς Μεσσηνίας εἰς τὴν οἰκείαν ἐπανῆλθον, οἱ δὲ περὶ τὸν Φιλλίδαν ἐποιοῦντο τὴν ἀπόλυσιν ὡς ἐπὶ τὸ Σαμικόν. τὸ δὲ τῶν Λεπρεατῶν πλῆθος,

ἐγκρατὲς γεγονὸς τῆς πατρίδος, ἐξαπέστελλε πρεσβευτάς, ἐγχειρίζον τῷ Φιλίππῳ τὴν πόλιν.

ὁ δὲ βασιλεὺς ἀκούσας τὰ γεγονότα, τὴν μὲν λοιπὴν δύναμιν εἰς τὸ Λέπρεον ἀπέστειλε, τοὺς δὲ πελταστὰς καὶ τοὺς εὐζώνους ἀναλαβὼν ἡγεῖτο, συνάψαι σπεύδων τοῖς περὶ τὸν Φιλλίδαν.