Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὐ μὴν ἀλλʼ ἐπιγενομένης ἡμέρας αἰθρίου καὶ λαμπρᾶς, διατάξας ὑπὸ τὴν ἑωθινὴν ὁ βασιλεὺς κατὰ πλείους τόπους τούς τε τὰς κλίμακας φέροντας καὶ τὰς τῶν μισθοφόρων ἐφεδρείας πρὸ τούτων,

ἐπὶ δὲ τοῖς προειρημένοις τοὺς Μακεδόνας διῃρημένους κατόπιν ἑκάστοις ἐπιστήσας, ἅμα τῷ τὸν ἥλιον ἐπιβάλλειν πᾶσι προσέταξε προσβαίνειν πρὸς τὸν λόφον.

ποιούντων δὲ τὸ παραγγελθὲν ἐκθύμως καὶ καταπληκτικῶς τῶν Μακεδόνων, συνέβαινε τοὺς Ἀλιφειρεῖς πρὸς τούτους ὁρμᾶν ἀεὶ καὶ συντρέχειν τοὺς τόπους, οἷς μάλιστα τοὺς Μακεδόνας ἑώρων προσπελάζοντας.

κατὰ δὲ τὸν καιρὸν τοῦτον αὐτὸς ὁ βασιλεὺς ἔχων τοὺς ἐπιτηδειοτάτους διά τινων κρημνῶν ἔλαθε πρὸς τὸ τῆς ἄκρας προάστειον ἀναβάς.

ἀποδοθέντος δὲ τοῦ συνθήματος, πάντες ἅμα προσερείσαντες τὰς κλίμακας κατεπείραζον τῆς πόλεως.

πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών· τούτου δʼ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. οἱ δὲ Μακεδόνες,

γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν.

μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθʼ ὁμολογίαν.

συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγονότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων.

ὁ δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον·

ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν.

οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες.

ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον.

οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τʼ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων,

ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως.

οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.