Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πρῶτος μὲν οὖν ὁ βασιλεὺς κατέσχε τὸ προάστειον τῆς ἄκρας, ἔρημον καταλαβών· τούτου δʼ ἐμπιπραμένου, προϊδόμενοι τὸ μέλλον οἱ τοῖς τείχεσιν ἐπαμύνοντες, καὶ περιδεεῖς γενόμενοι μὴ τῆς ἄκρας προκαταληφθείσης στερηθῶσι καὶ τῆς τελευταίας ἐλπίδος, ὥρμησαν ἀπολιπόντες τὰ τείχη φεύγειν πρὸς τὴν ἀκρόπολιν. οἱ δὲ Μακεδόνες,

γενομένου τούτου, παραχρῆμα καὶ τῶν τειχῶν καὶ τῆς πόλεως ἐκυρίευσαν.

μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν ἐκ τῆς ἄκρας πρὸς τὸν Φίλιππον, δοὺς τὴν ἀσφάλειαν παρέλαβε καὶ ταύτην καθʼ ὁμολογίαν.

συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγονότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων.

ὁ δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον·

ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν.

οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες.

ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον.

οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τʼ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων,

ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως.