Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Ἀπελλῆς δʼ, ὃς ἦν μὲν εἷς τῶν ὑπʼ Ἀντιγόνου καταλειφθέντων ἐπιτρόπων τοῦ παιδός, πλεῖστον δʼ ἐτύγχανε τότε δυνάμενος παρὰ τῷ βασιλεῖ, βουληθεὶς τὸ τῶν Ἀχαιῶν ἔθνος ἀγαγεῖν εἰς παραπλησίαν διάθεσιν τῇ Θετταλῶν, ἐπεβάλετο πρᾶγμα ποιεῖν μοχθηρόν.

Θετταλοὶ γὰρ ἐδόκουν μὲν κατὰ νόμους πολιτεύειν καὶ πολὺ διαφέρειν Μακεδόνων, διέφερον δʼ οὐδέν, ἀλλὰ πᾶν ὁμοίως ἔπασχον Μακεδόσι καὶ πᾶν ἐποίουν τὸ προσταττόμενον τοῖς βασιλικοῖς.

διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενος τὴν ὑπόθεσιν ὁ προειρημένος ἐπεβάλετο καταπειράζειν τῶν συστρατευομένων.

τὸ μὲν οὖν πρῶτον ἐπέτρεψε τοῖς Μακεδόσιν ἐκβαλεῖν ἐκ τῶν σταθμῶν ἀεὶ τοὺς προκατέχοντας τῶν Ἀχαιῶν καταλύσεις, ὁμοίως δὲ καὶ τὴν λείαν ἀφαιρεῖσθαι·

μετὰ δὲ ταῦτα τὰς χεῖρας προσέφερε διὰ τῶν ὑπηρετῶν ἐπὶ ταῖς τυχούσαις αἰτίαις, τοὺς δὲ συναγανακτοῦντας ἢ προσβοηθοῦντας τοῖς μαστιγουμένοις παρὼν αὐτὸς εἰς τὴν ἅλυσιν ἀπῆγε,

πεπεισμένος διὰ τοῦ τοιούτου τρόπου τὸ κατὰ βραχὺ λήσειν εἰς συνήθειαν ἀγαγὼν τοῦ μηδένα μηδὲν ἡγεῖσθαι δεινόν, ὅ ποτʼ ἂν πάσχῃ τις ὑπὸ τοῦ βασιλέως,

καὶ ταῦτα μικροῖς χρόνοις πρότερον μετʼ Ἀντιγόνου συνεστρατευμένος, καὶ τεθεαμένος τοὺς Ἀχαιοὺς ὅτι παντὸς δεινοῦ λαβεῖν πεῖραν ὑπέμειναν, ἐφʼ ᾧ μὴ ποιεῖν Κλεομένει τὸ προσταττόμενον.

οὐ μὴν ἀλλὰ συστραφέντων τινῶν Ἀχαϊκῶν νεανίσκων, καὶ προσελθόντων τοῖς περὶ τὸν Ἄρατον καὶ διασαφούντων τὴν Ἀπελλοῦ βούλησιν, ἧκον ἐπὶ τὸν Φίλιππον οἱ περὶ τὸν Ἄρατον, κρίναντες ἐν ἀρχαῖς περὶ τῶν τοιούτων διίστασθαι καὶ μὴ καταμέλλειν. ἐντυχόντων δʼ αὐτῶν τῷ βασιλεῖ περὶ τούτων,

διακούσας ὁ Φίλιππος τὰ γεγονότα, τοὺς μὲν νεανίσκους παρεκάλει θαρρεῖν, ὡς οὐδενὸς αὐτοῖς ἔτι συμβησομένου τοιούτου, τῷ δʼ Ἀπελλῇ παρήγγειλε μηδὲν ἐπιτάττειν τοῖς Ἀχαιοῖς χωρὶς τῆς τοῦ στρατηγοῦ γνώμης.

Φίλιππος μὲν οὖν κατὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἐν τοῖς ὑπαίθροις συνδιατρίβοντας καὶ κατὰ τὴν ἐν τοῖς πολεμικοῖς πρᾶξιν καὶ τόλμαν οὐ μόνον παρὰ τοῖς στρατευομένοις, ἀλλὰ καὶ παρὰ τοῖς λοιποῖς πᾶσι Πελοποννησίοις εὐδοκίμει.

βασιλέα γὰρ πλείοσιν ἀφορμαῖς ἐκ φύσεως κεχορηγημένον πρὸς πραγμάτων κατάκτησιν οὐκ εὐμαρὲς εὑρεῖν·

καὶ γὰρ ἀγχίνοια καὶ μνήμη καὶ χάρις ἐπῆν αὐτῷ διαφέρουσα, πρὸς δὲ τούτοις ἐπίφασις βασιλικὴ καὶ δύναμις, τὸ δὲ μέγιστον, πρᾶξις καὶ τόλμα πολεμική.

καὶ τί δή ποτʼ ἦν τὸ ταῦτα πάντα καταγωνισάμενον καὶ ποιῆσαν ἐκ βασιλέως εὐφυοῦς τύραννον ἄγριον οὐκ εὐχερὲς διὰ βραχέων δηλῶσαι. διὸ καὶ περὶ μὲν τούτων σκέπτεσθαι καὶ διαπορεῖν ἄλλος ἁρμόσει καιρὸς μᾶλλον τοῦ νῦν ἐνεστῶτος·

ὁ δὲ Φίλιππος ἐκ τῆς Ὀλυμπίας ἀναζεύξας τὴν ἐπὶ Φαραίαν παρῆν εἰς Τέλφουσαν κἀκεῖθεν εἰς Ἡραίαν. καὶ τὴν μὲν λείαν ἐλαφυροπώλει, τὴν δὲ γέφυραν ἐπεσκεύαζε τὴν κατὰ τὸν Ἀλφειόν, βουλόμενος ταύτῃ ποιήσασθαι τὴν εἰς τὴν Τριφυλίαν εἰσβολήν.