Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

πλείστη δʼ ἀποσκευὴ καὶ πλεῖστος ὄχλος ἡθροίσθη σωμάτων καὶ θρεμμάτων εἰς τὸ χωρίον, ὃ καλοῦσι Θαλάμας, διὰ τὸ τήν τε χώραν τὴν πέριξ αὐτοῦ στενὴν εἶναι καὶ δυσέμβολον τό τε χωρίον ἀπραγμάτευτον καὶ δυσπρόσοδον.

ἀκούων δʼ ὁ βασιλεὺς τὸ πλῆθος τῶν συμπεφευγότων εἰς τὸν προειρημένον τόπον, καὶ κρίνας μηδὲν ἀβασάνιστον μηδʼ ἀπέραντον ἀπολιπεῖν, τοῖς μὲν μισθοφόροις προκατελάβετο τοὺς ἐπὶ τῆς εἰσβολῆς εὐφυῶς κειμένους τόπους,

αὐτὸς δὲ τὴν ἀποσκευὴν καταλιπὼν ἐν τῷ χάρακι καὶ τὸ πλεῖον μέρος τῆς δυνάμεως, ἀναλαβὼν τοὺς πελταστὰς καὶ τοὺς εὐζώνους προῆγε διὰ τῶν στενῶν· οὐδενὸς δὲ κωλύοντος ἧκε πρὸς τὸ χωρίον.

καταπλαγέντων δὲ τῶν συμπεφευγότων τὴν ἔφοδον, ἅτε δὴ πρὸς πᾶσαν πολεμικὴν χρείαν ἀπείρως καὶ ἀπαρασκεύως διακειμένων, ἅμα δὲ καὶ συνδεδραμηκότος ὄχλου συρφετώδους, ταχέως παρέδοσαν αὑτούς·

ἐν οἷς ἦσαν καὶ μισθοφόροι διακόσιοι μιγάδες, οὓς ἧκεν ἔχων Ἀμφίδαμος ὁ στρατηγὸς τῶν Ἠλείων.

ὁ δὲ Φίλιππος, κυριεύσας ἀποσκευῆς τε πολλῆς καὶ σωμάτων πλειόνων ἢ πεντακισχιλίων, πρὸς δὲ τούτοις τῆς τετράποδος λείας ἀναρίθμητον ἐξελασάμενος πλῆθος, τότε μὲν ἐπανῆλθε πρὸς χάρακα,

μετὰ δὲ ταῦτα τῆς δυνάμεως ὑπεργεμούσης αὐτῷ παντοδαπῆς ὠφελείας, βαρὺς ὢν καὶ δύσχρηστος, ἀνεχώρει διὰ ταῦτα, καὶ κατέζευξε πάλιν εἰς τὴν Ὀλυμπίαν.

Ἀπελλῆς δʼ, ὃς ἦν μὲν εἷς τῶν ὑπʼ Ἀντιγόνου καταλειφθέντων ἐπιτρόπων τοῦ παιδός, πλεῖστον δʼ ἐτύγχανε τότε δυνάμενος παρὰ τῷ βασιλεῖ, βουληθεὶς τὸ τῶν Ἀχαιῶν ἔθνος ἀγαγεῖν εἰς παραπλησίαν διάθεσιν τῇ Θετταλῶν, ἐπεβάλετο πρᾶγμα ποιεῖν μοχθηρόν.

Θετταλοὶ γὰρ ἐδόκουν μὲν κατὰ νόμους πολιτεύειν καὶ πολὺ διαφέρειν Μακεδόνων, διέφερον δʼ οὐδέν, ἀλλὰ πᾶν ὁμοίως ἔπασχον Μακεδόσι καὶ πᾶν ἐποίουν τὸ προσταττόμενον τοῖς βασιλικοῖς.

διὸ καὶ πρὸς ταύτην ἁρμοζόμενος τὴν ὑπόθεσιν ὁ προειρημένος ἐπεβάλετο καταπειράζειν τῶν συστρατευομένων.

τὸ μὲν οὖν πρῶτον ἐπέτρεψε τοῖς Μακεδόσιν ἐκβαλεῖν ἐκ τῶν σταθμῶν ἀεὶ τοὺς προκατέχοντας τῶν Ἀχαιῶν καταλύσεις, ὁμοίως δὲ καὶ τὴν λείαν ἀφαιρεῖσθαι·

μετὰ δὲ ταῦτα τὰς χεῖρας προσέφερε διὰ τῶν ὑπηρετῶν ἐπὶ ταῖς τυχούσαις αἰτίαις, τοὺς δὲ συναγανακτοῦντας ἢ προσβοηθοῦντας τοῖς μαστιγουμένοις παρὼν αὐτὸς εἰς τὴν ἅλυσιν ἀπῆγε,

πεπεισμένος διὰ τοῦ τοιούτου τρόπου τὸ κατὰ βραχὺ λήσειν εἰς συνήθειαν ἀγαγὼν τοῦ μηδένα μηδὲν ἡγεῖσθαι δεινόν, ὅ ποτʼ ἂν πάσχῃ τις ὑπὸ τοῦ βασιλέως,