Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δʼ Ἀχαϊκῶν ἀρχόντων οἱ παρόντες ἐπὶ μὲν τὴν ἄκραν ἐπέστησαν μετὰ φυλακῆς ἱκανῆς Πρόσλαον Σικυώνιον, ἐπὶ δὲ τὴν πόλιν Πυθίαν Πελληνέα.

καὶ τὰ μὲν περὶ Ψωφῖδα τοῦτον ἐπετελέσθη

τὸν τρόπον. οἱ δὲ παραφυλάττοντες τὸν Λασιῶνα τῶν Ἠλείων, συνέντες τὴν παρουσίαν τῶν Μακεδόνων, πεπυσμένοι δὲ καὶ τὰ γεγονότα περὶ τὴν Ψωφῖδα, παραχρῆμα τὴν πόλιν ἐξέλιπον.

ὁ δὲ βασιλεὺς ὡς θᾶττον ἧκε, ταύτην μὲν ἐξ ἐφόδου παρέλαβε, συναύξων δὲ τὴν πρόθεσιν, ἣν εἶχε πρὸς τὸ ἔθνος, παρέδωκε καὶ τὸν Λασιῶνα τοῖς Ἀχαιοῖς. ὁμοίως δὲ καὶ τὴν Στράτον ἐκλιπόντων τῶν Ἠλείων ἀποκατέστησε τοῖς Τελφουσίοις.

ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν. θύσας δὲ τῷ θεῷ καὶ τοὺς ἡγεμόνας ἑστιάσας, ἅμα δὲ καὶ τὴν λοιπὴν προσαναπαύσας δύναμιν ἐπὶ τρεῖς ἡμέρας, μετὰ ταῦτα πάλιν ἀνέζευξε.

καὶ προελθὼν εἰς τὴν Ἠλείαν τὰς μὲν προνομὰς ἐπαφῆκε κατὰ τῆς χώρας, αὐτὸς δὲ κατεστρατοπέδευσε περὶ τὸ καλούμενον Ἀρτεμίσιον.

προσδεξάμενος δʼ ἐνταῦθα τὴν λείαν μετέβη πάλιν ἐπὶ τὸ Διοσκούριον. δῃουμένης δὲ τῆς χώρας, πολὺ μὲν ἦν τὸ τῶν ἁλισκομένων πλῆθος, ἔτι δὲ πλέον τὸ συμφεῦγον εἰς τὰς παρακειμένας κώμας καὶ τοὺς ἐρυμνοὺς τῶν τόπων.

συμβαίνει γὰρ τὴν τῶν Ἠλείων χώραν διαφερόντως οἰκεῖσθαι καὶ γέμειν σωμάτων καὶ κατασκευῆς παρὰ τὴν ἄλλην Πελοπόννησον.

ἔνιοι γὰρ αὐτῶν οὕτως στέργουσι τὸν ἐπὶ τῶν ἀγρῶν βίον ὥστε τινὰς ἐπὶ δύο καὶ τρεῖς γενεάς, ἔχοντας ἱκανὰς οὐσίας, μὴ παραβεβληκέναι τὸ παράπαν εἰς ἁλίαν.

τοῦτο δὲ γίνεται διὰ τὸ μεγάλην ποιεῖσθαι σπουδὴν καὶ πρόνοιαν τοὺς πολιτευομένους τῶν ἐπὶ τῆς χώρας κατοικούντων, ἵνα τό τε δίκαιον αὐτοῖς ἐπὶ τόπου διεξάγηται καὶ τῶν πρὸς βιωτικὰς χρείας μηδὲν ἐλλείπῃ.

δοκοῦσι δέ μοι πάντα ταῦτα καὶ διὰ τὸ πλῆθος μὲν τῆς χώρας τὸ παλαιὸν ἐπινοῆσαι καὶ νομοθετῆσαι, τὸ δὲ πλεῖστον διὰ τὸν ὑπάρχοντά ποτε παρʼ αὐτοῖς ἱερὸν βίον,

ὅτε λαβόντες παρὰ τῶν Ἑλλήνων συγχώρημα διὰ τὸν ἀγῶνα τῶν Ὀλυμπίων ἱερὰν καὶ ἀπόρθητον ᾤκουν τὴν Ἠλείαν, ἄπειροι παντὸς ὄντες

δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως. μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων,

οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλʼ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν.