Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν·

οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων ὁ προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε,

βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις.

ὁ δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρʼ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς Καφύας·

ἐνθάδε γὰρ ἐγεγράφει τοῖς Ἀχαιοῖς συνα

θροίζεσθαι μετὰ τῶν ὅπλων. τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, ἣ πρόκειται τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδιʼ, ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν ἐπὶ τὴν ὑπερβολήν.

ὁ μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθʼ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ διαδρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις·

τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι.

τὸ μὲν γὰρ πρῶτον αὐτῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐτῶν τινας συνεπιβεβοηθηκέναι· καὶ μάλιστʼ ἠπάτων αὐτοὺς οἱ χαλκάσπιδες·

Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν [ἐν τῷ] πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν.

διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν. ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα.