Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὥστε μήτʼ εἰρήνης ὅρον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλʼ ἐν ἀμφοτέραις ταῖς περιστάσεσι παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς.

οὗτος μὲν οὖν ταῦτα καὶ τοιαῦτα διαπραξάμενος ἐπανῆγεν αὖθις εἰς τὴν οἰκείαν.

τοῦ δὲ χειμῶνος ἔτι προβαίνοντος, καὶ πάντων ἀπηλπικότων τὴν παρουσίαν τοῦ Φιλίππου διὰ τὸν καιρόν, ἀναλαβὼν ὁ βασιλεὺς χαλκάσπιδας μὲν τρισχιλίους, πελταστὰς δὲ δισχιλίους καὶ Κρῆτας τριακοσίους, πρὸς δὲ τούτοις ἱππεῖς τοὺς περὶ τὴν αὐλὴν εἰς τετρακοσίους, προῆγεν ἀπὸ Λαρίσης·

καὶ διαβιβάσας τούτους ἐκ Θετταλίας εἰς Εὔβοιαν κἀκεῖθεν εἰς Κῦνον ἧκε διὰ τῆς Βοιωτίας καὶ Μεγαρίδος εἰς Κόρινθον περὶ τροπὰς χειμερινάς, ἐνεργὸν καὶ λαθραίαν πεποιημένος τὴν παρουσίαν οὕτως ὥστε μηδένα Πελοποννησίων ὑπονοῆσαι τὸ γεγονός.

κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, — ἐν οἷς διεσάφει πότε καὶ ποῦ δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις.

ταῦτα δʼ οἰκονομήσας ἀνέζευξε, καὶ προελθὼν κατεστρατο

πέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστʼ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσίους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψωφῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φίλιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυωνίων χώραν.

τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν ᾗ συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἷός τʼ ἦν εἰς τὴν Σικυωνίαν.

τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν·

οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων ὁ προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε,

βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις.