Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον ἐπεβάλοντο διατηρεῖν τὴν ἄκραν τὴν ἐν τοῖς Οἰνιάδαις, ἀσφαλισάμενοι τείχεσι καὶ τῇ λοιπῇ κατασκευῇ· συνεγγίζοντος δὲ τοῦ Φιλίππου καταπλαγέντες ἐξεχώρησαν.

ὁ δὲ βασιλεὺς παραλαβὼν καὶ ταύτην τὴν πόλιν, ἐξ αὐτῆς προελθὼν κατεστρατοπέδευσε τῆς Καλυδωνίας πρός τι χωρίον ὀχυρόν, ὃ καλεῖται μὲν Ἔλαος, ἠσφάλισται δὲ τείχεσι καὶ ταῖς λοιπαῖς παρασκευαῖς διαφερόντως, Ἀττάλου τὴν περὶ αὐτὸ κατασκευὴν ἀναδεξαμένου τοῖς Αἰτωλοῖς.

γενόμενοι δὲ καὶ τούτου κύριοι κατὰ κράτος οἱ Μακεδόνες, καὶ πᾶσαν κατασύραντες τὴν Καλυδωνίαν, ἧκον πάλιν εἰς τοὺς Οἰνιάδας.

ὁ δὲ Φίλιππος συνθεασάμενος τὴν εὐκαιρίαν τοῦ τόπου, πρός τε τἄλλα καὶ μάλιστα πρὸς τὰς εἰς Πελοπόννησον διαβάσεις, ἐπεβάλετο τειχίζειν τὴν πόλιν.

τοὺς γὰρ Οἰνιάδας κεῖσθαι συμβαίνει παρὰ θάλατταν, ἐπὶ τῷ πέρατι τῆς Ἀκαρνανίας τῷ πρὸς Αἰτωλοὺς συνάπτοντι, περὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου.

τῆς δὲ Πελοποννήσου τέτακται μὲν ἡ πόλις καταντικρὺ τῆς παραλίας τῆς τῶν Δυμαίων, ἔγγιστα δʼ αὐτῆς ὑπάρχει τοῖς κατὰ τὸν Ἄραξον τόποις· ἀπέχει γὰρ οὐ πλεῖον ἑκατὸν σταδίων. εἰς ἃ βλέψας τήν τε ἄκραν καθʼ αὑτὴν ἠσφαλίσατο,

καὶ τῷ λιμένι καὶ τοῖς νεωρίοις ὁμοῦ τεῖχος περιβαλὼν ἐνεχείρει συνάψαι πρὸς τὴν ἄκραν, χρώμενος πρὸς τὴν οἰκονομίαν ταῖς ἐκ τοῦ Παιανίου παρασκευαῖς.

ἔτι δὲ περὶ ταῦτα γινομένου τοῦ βασιλέως, παρῆν ἐκ Μακεδονίας ἄγγελος διασαφῶν ὅτι συμβαίνει τοὺς Δαρδανεῖς, ὑπονενοηκότας τὴν εἰς Πελοπόννησον αὐτοῦ στρατείαν, ἁθροίζειν δυνάμεις καὶ παρασκευὴν ποιεῖσθαι μεγάλην, κεκρικότας ἐμβαλεῖν εἰς τὴν Μακεδονίαν.

ἀκούσας δὲ ταῦτα καὶ νομίσας ἀναγκαῖον εἶναι βοηθεῖν κατὰ τάχος τῇ Μακεδονίᾳ, τοὺς μὲν παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἀπέστειλε, δοὺς ἀπόκρισιν ὅτι τοῖς προσηγγελμένοις ἐπαρκέσας οὐδὲν προυργιαίτερον ποιήσεται μετὰ ταῦτα τοῦ βοηθεῖν σφίσι κατὰ δύναμιν,