Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κατασφάξας δʼ αὐτοὺς ἀκμὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πελέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύλας.

οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως ἐχρήσαντο τοῖς πράγμασιν. ὃ καὶ παραίτιον ἐγένετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δʼ Αἰτωλοῖς τῆς ἀπωλείας.

ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γενέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπον

ἐχρῶντο τοῖς πράγμασι. διὸ καὶ βραχὺν παντελῶς χρόνον ἁθρόοι συμμείναντες περὶ τὴν ἀγοράν, λοιπὸν ἐκπαθεῖς ὄντες πρὸς τὰς ὠφελείας διέρρεον, καὶ παρεισπίπτοντες εἰς τὰς οἰκίας διήρπαζον τοὺς βίους, ἤδη φωτὸς ὄντος.

οἱ δʼ Αἰγειρᾶται, τοῦ πράγματος αὐτοῖς ἀνελπίστου καὶ παραδόξου τελέως συμβεβηκότος, οἷς μὲν ἐπέστησαν οἱ πολέμιοι κατὰ τὰς οἰκίας, ἐκπλαγεῖς καὶ περίφοβοι γενόμενοι πάντες ἐτρέποντο πρὸς φυγὴν ἔξω τῆς πόλεως, ὡς ἤδη βεβαίως αὐτῆς κεκρατημένης ὑπὸ τῶν πολεμίων.

ὅσοι δὲ τῆς κραυγῆς ἀκούοντες ἐξ ἀκεραίων τῶν οἰκιῶν ἐξεβοήθουν, πάντες εἰς τὴν ἄκραν συνέτρεχον.

οὗτοι μὲν οὖν ἀεὶ πλείους ἐγίνοντο καὶ θαρραλεώτεροι, τὸ δὲ τῶν Αἰτωλῶν σύστρεμμα τοὐναντίον ἔλαττον καὶ ταραχωδέστερον διὰ τὰς προειρημένας αἰτίας.

οὐ μὴν ἀλλὰ συνορῶντες οἱ περὶ τὸν Δωρίμαχον ἤδη τὸν περιεστῶτα κίνδυνον αὐτούς, συστραφέντες ὥρμησαν ἐπὶ τοὺς κατέχοντας τὴν ἄκραν, ὑπολαμβάνοντες τῇ θρασύτητι καὶ τόλμῃ καταπληξάμενοι τρέψασθαι τοὺς ἡθροισμένους ἐπὶ τὴν βοήθειαν.

οἱ δʼ Αἰγειρᾶται παρακαλέσαντες σφᾶς αὐτοὺς ἠμύνοντο καὶ συνεπλέκοντο τοῖς Αἰτωλοῖς γενναίως.

οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατʼ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δʼ ὑπὲρ σωτηρίας ἀγωνιζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτωκότες τῶν Αἰτωλῶν.