Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

διόπερ ἀγωνιῶντες οἱ Σινωπεῖς μήποτε κατὰ τὴν ἀπὸ τῆς Ἀσίας πλευρὰν ὁ Μιθριδάτης συστησάμενος ἔργα, καὶ κατὰ τὴν ἀπέναντι ταύτης ὁμοίως ποιησάμενος ἀπόβασιν κατὰ θάλατταν εἰς τοὺς ὁμαλοὺς καὶ τοὺς ὑπερκειμένους τῆς πόλεως τόπους, ἐγχειρήσῃ πολιορκεῖν αὐτούς,

ἐπεβάλοντο τῆς χερρονήσου κύκλῳ τὸ νησίζον ὀχυροῦν, ἀποσταυροῦντες καὶ περιχαρακοῦντες τὰς ἐκ θαλάττης προσβάσεις, ἅμα δὲ καὶ βέλη καὶ στρατιώτας τιθέντες ἐπὶ τοὺς εὐκαίρους τῶν τόπων·

ἔστι γὰρ τὸ πᾶν μέγεθος αὐτῆς οὐ πολύ, τελέως δʼ εὐκατακράτητον καὶ μέτριον.

καὶ τὰ μὲν περὶ Σινώπης ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος, ἀναζεύξας ἐκ Μακεδονίας μετὰ τῆς δυνάμεως — ἐν γὰρ ταύταις ταῖς ἐπιβολαῖς ἀπελίπαμεν ἄρτι τὸν συμμαχικὸν πόλεμον — ὥρμησεν ἐπὶ Θετταλίας καὶ τῆς Ἠπείρου, σπεύδων ταύτῃ ποιήσασθαι τὴν εἰσβολὴν τὴν εἰς Αἰτωλίαν.

Ἀλέξανδρος δὲ καὶ Δωρίμαχος κατὰ τὸν καιρὸν τοῦτον ἔχοντες πρᾶξιν κατὰ τῆς τῶν Αἰγειρατῶν πόλεως, ἁθροίσαντες τῶν Αἰτωλῶν περὶ χιλίους καὶ διακοσίους εἰς Οἰάνθειαν τῆς Αἰτωλίας, ἣ κεῖται καταντικρὺ τῆς προειρημένης πόλεως, καὶ πορθμεῖα τούτοις ἑτοιμάσαντες, πλοῦν ἐτήρουν πρὸς τὴν ἐπιβολήν.

τῶν γὰρ ηὐτομοληκότων τις ἐξ Αἰτωλίας, καὶ πλείω χρόνον διατετριφὼς παρὰ τοῖς Αἰγειράταις, καὶ συντεθεωρηκὼς τοὺς φυλάττοντας τὸν ἀπʼ Αἰγίου πυλῶνα μεθυσκομένους καὶ ῥᾳθύμως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν,

πλεονάκις παραβαλλόμενος καὶ διαβαίνων πρὸς τοὺς περὶ Δωρίμαχον ἐξεκέκλητο πρὸς τὴν πρᾶξιν αὐτούς, ἅτε λίαν οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.

ἡ δὲ τῶν Αἰγειρατῶν πόλις ἔκτισται μὲν τῆς Πελοποννήσου κατὰ τὸν Κορινθιακὸν κόλπον μεταξὺ τῆς Αἰγιέων καὶ Σικυωνίων πόλεως, κεῖται δʼ ἐπὶ λόφων ἐρυμνῶν καὶ δυσβάτων, νεύει δὲ τῇ θέσει πρὸς τὸν Παρνασσὸν καὶ ταῦτα τὰ μέρη τῆς ἀντίπερα χώρας, ἀπέχει δὲ τῆς θαλάττης ὡς ἑπτὰ στάδια.

παραπεσόντος δὲ πλοῦ τοῖς περὶ τὸν Δωρίμαχον, ἀνήχθησαν καὶ καθορμίζονται νυκτὸς ἔτι πρὸς τὸν παρὰ τὴν πόλιν καταρρέοντα ποταμόν.