Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δʼ ἐπιτελεσάμενοι τοῦτο, καὶ προσεπιμετρήσαντες τοῖς περὶ τὸν Ἀχαιὸν τιμάς τινας, παρείλαντο τὴν ὁλοσχερεστάτην ἐλπίδα τῶν Βυζαντίων.

συνεκύρησε δέ τι καὶ ἕτερον τοῖς Βυζαντίοις ἄτοπον· ὁ γὰρ Τιβοίτης, καταγόμενος ἐκ τῆς Μακεδονίας, ἔσφηλε τὰς ἐπιβολὰς αὐτῶν, μεταλλάξας τὸν βίον.

οὗ συμβάντος οἱ μὲν Βυζάντιοι ταῖς ὁρμαῖς ἀνέπεσον, ὁ δὲ Προυσίας ἐπιρρωσθεὶς ταῖς πρὸς τὸν πόλεμον ἐλπίσιν, ἅμα μὲν αὐτὸς ἀπὸ τῶν κατʼ Ἀσίαν μερῶν ἐπολέμει καὶ προσέκειτο τοῖς πράγμασιν ἐνεργῶς, ἅμα δὲ τοὺς Θρᾷκας μισθωσάμενος οὐκ εἴα τὰς πύλας ἐξιέναι τοὺς Βυζαντίους ἀπὸ τῶν κατὰ τὴν Εὐρώπην μερῶν.

οἱ δὲ Βυζάντιοι τῶν σφετέρων ἐλπίδων ἐψευσμένοι, τῷ πολέμῳ πονοῦντες πανταχόθεν, ἐξαγωγὴν περιέβλεπον εὐ

σχήμονα τῶν πραγμάτων. Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι.