Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἐπὶ δὲ πᾶσι τούτοις συνίστανε τὴν ἐξακολουθήσουσαν εὔνοιαν σφίσι παρὰ τοῦ τῶν Αἰτωλῶν πλήθους.

Ἀχαιοὺς δʼ, ἂν μὲν κωλύσωσι τὴν δίοδον, οὐκ ἐρεῖν ἐγκλήματα τοῖς ἀμυνομένοις· ἐὰν δʼ ἀγάγωσι τὴν ἡσυχίαν, οὐκ ἐμποδιεῖν αὐτοῖς πρὸς τὴν ἐπιβολήν.

πρὸς δὲ Μεσσηνίους προφάσεως οὐκ ἀπορήσειν ἔφη· πάλαι γὰρ αὐτοὺς ἀδικεῖν Ἀχαιοῖς καὶ Μακεδόσιν ἐπηγγελμένους κοινωνήσειν τῆς συμμαχίας.

ταῦτα δʼ εἰπὼν καὶ παραπλήσια τούτοις ἕτερα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, τοιαύτην ὁρμὴν παρέστησε τῷ Σκόπᾳ καὶ τοῖς τούτου φίλοις ὥστʼ οὔτε κοινὴν τῶν Αἰτωλῶν προσδεξάμενοι σύνοδον οὔτε τοῖς ἀποκλήτοις συμμεταδόντες, οὐδὲ μὴν ἄλλο τῶν καθηκόντων οὐδὲν πράξαντες,

κατὰ δὲ τὰς αὑτῶν ὁρμὰς καὶ κρίσεις διαλαβόντες ἅμα Μεσσηνίοις, Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Μακεδόσι πόλεμον ἐξήνεγκαν.

καὶ κατὰ μὲν θάλατταν παραχρῆμα πειρατὰς ἐξέπεμψαν, οἳ περιτυχόντες πλοίῳ βασιλικῷ τῶν ἐκ Μακεδονίας περὶ Κύθηρα, τοῦτό τʼ εἰς Αἰτωλίαν καταγαγόντες αὔτανδρον, τούς τε ναυκλήρους καὶ τοὺς ἐπιβάτας, σὺν δὲ τούτοις τὴν ναῦν ἀπέδοντο. τῆς δʼ Ἠπείρου τὴν παραλίαν ἐπόρθουν,

συγχρώμενοι πρὸς τὴν ἀδικίαν ταῖς τῶν Κεφαλλήνων ναυσίν· ἐπεβάλοντο δὲ καὶ τῆς Ἀκαρνανίας Θύριον καταλαβέσθαι.

ἅμα δὲ τούτοις λάθρᾳ διὰ Πελοποννήσου τινὰς πέμψαντες ἐν μέσῃ τῇ τῶν Μεγαλοπολιτῶν χώρᾳ κατέσχον τὸ καλούμενον ὀχύρωμα Κλάριον· ᾧ λαφυροπωλείῳ χρησάμενοι διῆγον ἐν τούτῳ πρὸς τὰς ἁρπαγάς.

οὐ μὴν ἀλλὰ τοῦτο μὲν Τιμόξενος ὁ τῶν Ἀχαιῶν στρατηγός, παραλαβὼν Ταυρίωνα τὸν ἐπὶ τῶν ἐν Πελοποννήσῳ βασιλικῶν πραγμάτων ὑπʼ Ἀντιγόνου καταλελειμμένον, ἐξεπολιόρκησε τελέως ἐν ὀλίγαις ἡμέραις.

ὁ γὰρ βασιλεὺς Ἀντίγονος Κόρινθον μὲν εἶχε κατὰ τὸ τῶν Ἀχαιῶν συγχώρημα διὰ τοὺς Κλεομενικοὺς καιρούς, Ὀρχομενὸν δὲ κατὰ κράτος ἑλὼν οὐκ ἀποκατέστησε τοῖς Ἀχαιοῖς, ἀλλὰ σφετερισάμενος κατεῖχε, βουλόμενος,

ὥς γʼ ἐμοὶ δοκεῖ, μὴ μόνον τῆς εἰσόδου κυριεύειν τῆς εἰς Πελοπόννησον, ἀλλὰ καὶ τὴν μεσόγαιαν αὐτῆς παραφυλάττειν διὰ τῆς ἐν Ὀρχομενῷ φρουρᾶς καὶ παρασκευῆς.

οἱ δὲ περὶ τὸν Δωρίμαχον καὶ Σκόπαν παρατηρήσαντες τὸν καιρόν, ἐν ᾧ λοιπὸς ἦν Τιμοξένῳ μὲν ὀλίγος ἔτι χρόνος τῆς ἀρχῆς, Ἄρατος δὲ καθίστατο μὲν εἰς τὸν ἐνιαυτὸν τὸν ἐπιόντα στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν, οὔπω δʼ ἔμελλε τὴν ἀρχὴν ἕξειν,