Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

Βυζαντίους. τὸ δὲ παραπλήσιον ἐποίουν καὶ Βυζάντιοι· πρός τε γὰρ Ἄτταλον καὶ πρὸς Ἀχαιὸν ἔπεμπον πρέσβεις, δεόμενοι σφίσι βοηθεῖν.

ὁ μὲν οὖν Ἄτταλος ἦν πρόθυμος, εἶχε δὲ βραχεῖαν τότε ῥοπήν, ὡς ἂν ὑπʼ Ἀχαιοῦ συνεληλαμένος εἰς τὴν πατρῴαν ἀρχήν·

ὁ δʼ Ἀχαιός, κρατῶν μὲν τῆς ἐπὶ τάδε τοῦ Ταύρου, βασιλέα δὲ προσφάτως αὑτὸν ἀναδεδειχώς, ἐπηγγέλλετο βοηθήσειν.

ὑπάρχων δʼ ἐπὶ ταύτης τῆς προαιρέσεως, τοῖς μὲν Βυζαντίοις μεγάλην ἐλπίδα παρεσκεύαζε, τοῖς δὲ Ῥοδίοις καὶ Προυσίᾳ τἀναντία κατάπληξιν.

Ἀχαιὸς γὰρ ἦν μὲν Ἀντιόχου συγγενὴς τοῦ παρειληφότος τὴν ἐν Συρίᾳ βασιλείαν, ἐγκρατὴς δʼ ἐγένετο τῆς προειρημένης δυναστείας διά τινας τοιαύτας αἰτίας.

Σελεύκου μεταλλάξαντος τὸν βίον, ὃς ἦν Ἀντιόχου τοῦ προειρημένου πατήρ, διαδεξαμένου δὲ τὴν βασιλείαν Σελεύκου πρεσβυτάτου τῶν υἱῶν, ἅμα τούτῳ διὰ τὴν οἰκειότητα συνυπερέβαλε τὸν Ταῦρον, δυσὶ μάλιστά πως ἔτεσι πρότερον τῶν νῦν λεγομένων καιρῶν.

Σέλευκος γὰρ ὁ νέος ὡς θᾶττον παρέλαβε τὴν βασιλείαν, πυνθανόμενος Ἄτταλον πᾶσαν ἤδη τὴν ἐπὶ τάδε τοῦ Ταύρου δυναστείαν ὑφʼ αὑτὸν πεποιῆσθαι, παρωρμήθη βοηθεῖν τοῖς σφετέροις πράγμασιν.

ὑπερβαλὼν δὲ μεγάλῃ δυνάμει τὸν Ταῦρον, καὶ δολοφονηθεὶς ὑπό τʼ Ἀπατουρίου τοῦ Γαλάτου καὶ Νικάνορος, μετήλλαξε τὸν βίον.

Ἀχαιὸς δὲ κατὰ τὴν ἀναγκαιότητα τὸν φόνον αὐτοῦ μετῆλθε παραχρῆμα, τοὺς περὶ τὸν Νικάνορα καὶ τὸν Ἀπατούριον ἀποκτείνας, τῶν τε δυνάμεων καὶ τῶν ὅλων πραγμάτων φρονίμως καὶ μεγαλοψύχως προέστη.

τῶν γὰρ καιρῶν παρόντων αὐτῷ, καὶ τῆς τῶν ὄχλων ὁρμῆς συνεργούσης εἰς τὸ διάδημα περιθέσθαι, τοῦτο μὲν οὐ προείλετο ποιῆσαι, τηρῶν δὲ τὴν βασιλείαν Ἀντιόχῳ τῷ νεωτέρῳ τῶν υἱῶν, ἐνεργῶς ἐπιπορευόμενος ἀνεκτᾶτο τὴν ἐπὶ τάδε τοῦ Ταύρου πᾶσαν.

τῶν δὲ πραγμάτων αὐτῷ παραδόξως εὐροούντων, ἐπεὶ τὸν μὲν Ἄτταλον εἰς αὐτὸ τὸ Πέργαμον συνέκλεισε, τῶν δὲ λοιπῶν πάντων ἦν ἐγκρατής, ἐπαρθεὶς τοῖς εὐτυχήμασι παρὰ πόδας ἐξώκειλε.

καὶ διάδημα περιθέμενος καὶ βασιλέα προσαγορεύσας αὑτὸν βαρύτατος ἦν τότε καὶ φοβερώτατος τῶν ἐπὶ τάδε τοῦ Ταύρου βασιλέων καὶ δυναστῶν·

ᾧ καὶ μάλιστα τότε Βυζάντιοι πιστεύσαντες ἀνεδέξαντο τὸν πρὸς τοὺς Ῥοδίους καὶ Προυσίαν πόλεμον.